PG 44, col. 1037

contemplari absque impedimento quae in adytis essent posset; pro custodibus vero, Seraphim llt
mentio; pro virga, carbonis; pro verbere, ustionis.
Κοινδν δὲ τὸ πέρας ὲπί τε τῆς νύμφης, καὶ ἐπὶ
τῆς τοῦ προφήτου ψυχῆς, ή καθαρότης ἐστίν. Ὠς
οὖν ὁ προφήτης διά τοῦ ἄνθρακος οὐχὶ ἀλγύνεται
καιόμενος, ἀλλά δοξάζεται λαμπρυνάμενος, οὕτως καὶ
ἐνταῦθα ή νύμφη, οὑκ ὀδύνην ἐκ τῆς πληγῆς αίτιᾶα
ται, ἀλλ’ ἐπικαυχᾶται τῇ τῆς παρρησίας προσθήκῃ,
τῇ ἀφαιρέσει τοῦ προκαλύμματος, ὃ θέριστρον 6
λόγος ὠνόμασεν. Ἔστι δὲ καὶ ἄλλην τινά διάνοια
ἐν τοῖς προκειμένοις εὑρεῖν, οὐδὲν τῶν τεθεωρημέ-
νων ἁπάδουσαν. 'H γάρ ἐξελθοῦσα ψυχὴ ἐν τῷ λόγῳ
αὑτοῦ, καὶ ζητοῦσα μὲν τὸν οὑχ εὑρισκόμενον ⁸ ἀνα-
καλοῦσα δὲ τὸν τῇ σημασία τῶν ὀνομάτων ἀνέφικτον,
διδάσκεται παρά τῶν φυλάκων, ὅτι τοῦ ἀνεφίκτου
ἐρᾷ, καὶ τοῦ ἀκαταλήπτου ἐφίεται. Δι’ ὧν τρόπον
τινὰ πλήσσεται καὶ τραυματίζεται τῇ ἀνελπιστίᾳ τοῦ
ποθουμένου, ἀτελῆ τε καὶ ἀναπόλαυστον τοῦ ἄλλου
τὴν ἐπιθυμίαν νομίσασα. Ἀλλά περιαιρεῖται τὸ τῆς
λύπης θέριστρον, διὰ τοῦ μαθεῖν ὃτι τὸ ἀεὶ προκό-
πτειν ὲν τῷ ζητεῖν, καὶ τὸ μηδέποτε τῆς ἀνόδου
παύεσθαι, τουτέστιν ἡ ἀληθὴς τοῦ ποθουμένου ἀπό-
λαυσις, τῆς πάντοτε πληρουμένης ἐπιθυμίας, ἑτέραν
ἐπιθυμίαν τοῦ ὑπερκειμένου γεννώσης. Ὣς οῦν περι-
είλετο τῆς ἀνελπιστίας τὸ θέριστρον, καὶ ἴδε τὸ ἀ
ἐλπιστόν τε καὶ ἀπερίγραπτον τοῦ ἀγαπωμένου κάλω
λος ὲν πάσῃ τῇ ἀῖδιότητι τῶν αἰώνων κρεῖττον ἀεὶ
εὑρισκόμενον· ὲν σφοδροτέρῳ τείνεται πόθῳ, καὶ μη-
νύει τῷ ἀγαπωμένῳ διὰ τῶν τῆς Ἰερουσαλὴμ θυγα-
τέρων τὴν τῆς καρδίας διάθεσιν, ὅτι τὸ ἐκλεκτὸν
βέλος τοῦ Θεοῦ ὲν ἑαυτῇ δεξαμένη. διὰ τῆς κατά τὴν
πίστιν ἀκίδος βέϐληται τήν καρδίαν, ὲν τῷ καιρίῳ
δεξαμένη τὴν τῆς ἀγάπης τοξείαν. Θεὸς δέ ἐστιν ή
ἀγάπη, κατά τὴν Ἰωάννου φωνήνο ᾧ πρέπει δόξα
καὶ τὸ κράτος είς τοὺς αίῶνας τῶν αἰώνων. Ἀμήν.
autem dilectio est, quemadmodum Joannes’ ait ⁸³, quem decet gloria et imperium infinitis saeculis.
Amen.
OMIAIA II".
’Ώρκισα ὑμᾶς, θυγατέρες Ἰερουσαλὴμ, ἐν ταῖς
δυνάμεσι , καί ἐν ταῖς ἰσχύσεοι τοῦ ἀγροῦ , ἑὲ
εὕρητε τὸν ἀδελφιδόν μου, τί ἀπαγγείλητε αὐτῷ;
ὅτι τετρωμένη ἀγάπης ἐγώ εἰμι. Τί ἀδελφιδός
σου ἀπὸ ἀδελφιδοῦ, ὧ καλὴ ὲν γυναιξίν; ὅτι
οὕτως ὦρκισας ἡμᾶς ; ἀδελφιδός μου λευκὸς καί
πυρῤδςνέκλελοκισμένος ἀπὸ μυριάδων. Κεφαλὴ
αὐτοῦ χρυσίον Κεφὰς, ,βόστρυχοι αὐτοῦ ἑλαταί,
μέλανες ώς κόραξ ⁸ ὀφθαλμοί αὐτοῦ ὡς περιστε-
ραὶ ἐπὶ πληρώματα ὑδάτων , λελουμέναι ἐν γά-
λακτι, καθήμεναι ἐπὶ πληρώματα ὑδάτων.
'0 διὰ Μωὺσέως μὲν νομοθετήσας τά τοῦ νόμου
μυστήρια ³ πληρώσας δὲ δι’ ἑαυτοῦ ὅλον τὸν νόμον
καὶ τοὺς προφήτας , καθὼς ἐν τῷ Εὑαγγελίῳ φησιν’
ὅτι οὐκ ἦλθον καταλῦσαι τὸν νόμον, ἀλλὰ πλη-
θι lcan. tr, I6. ⁸³ Matth. v, l7.

OCR text from a scan; reading errors may remain.

Cited in the encyclopedia

Save for later

Enter your email and we will send you a sign-in link. No password. What you save (articles, verses, chapters, documents) follows you to any device.