PG 44, col. 180

ὲλάττων τις μοῖρα περὶ τὸ ἔμψυχον θεωρεῖται, ὧν
ἄνευ συστῆναι τι τῶν αἰσθήσεως μετεχόντων, φύσιν
οὐκ ἔχει. Τί οὖν μέγα, κόσμου χαρακτῆρα καὶ
ὁμοίωμα νομισθῆναι τὸν ἄνθρωπον ξ ούρανοῦ τοῦ πε-
ριερχομένου , γῆς τῆς ἀλλοιουμένης, πάντων τῶν ὲν
τούτοις περικρατουμένων τῇ παρόδῳ τοῦ περιέχοντος
συμπαρερχομένων; Ἀλλ’ έν τίνι κατὰ τὸν ἐκκλη-
στικὸν λόγον τὸ ἀνθρώπινον μέγεθοςῖ οὒκ ὲν τῇ
ις τὸν κτιστὸν κόσμον ὁμοιότητι, ἀλλ’ ὲν τῷ κατ’
ενα γενέσθαι τῆς τοῦ κτίσαντος φύσεως. Τίς οὗν
ῆς είκόνος λόγοςς ἴσως ἐρεῖς · πῶς ὡμοίωται τῷ
ιατι τὸ ἀσώμοίτον; πῶς τῷ ἀϊδίῳ τὸ πρόσκαιρονς
ἀναλλοιώτῳ ’τὸ διὰ τροπῆς ἀλλοιούμενον; τῷ
ἀπαθεῖ τε καὶ ἀφθάρτῳ τὸ ἐμπαθὲς καὶ φθειρόμε-
νον; τῷ ἀμιγεῖ πάσης κακίας τὸ πάντοτε συνοικοῦν
ταύτῃ καὶ συντρεφόμενον; Πολὺ γὰρ τὸ μέσον ἐστὶ,
τοῦ τε κατά τὸ ἀρχέτυπον νοουμένου , καὶ τοῦ κατ’
εἰκόνα γεγενημένου. Ἦ γὰρ εἰκὼν, εἰ μὲν ἔχει τὴν
πρὸς τὸ πρωτότυπον ὁμοιότητα , κυρίως τοῦτο κατ-
ονομάζεται. El δὲ παρενεχθείη τοῦ προκειμένου ἡ
μίμησις , ἀλλο τι, καὶ οὐκ εἰκὼν ἐκείνου τὸ τοιοῦτόν
ἐστι. Πῶς οὖν 6 ἄνθρωπος τὸ θνητὸν τοῦτο καὶ
ἐμπαθὲς καὶ ὠκύμορον, τῆς ἀκηράτου καὶ καθαρᾶς
καὶ ἀεὶ οὔσης φύσεώς ἐστιν είκών; Ἀλλά τὸν μὲν
γθῆ περὶ τούτου λόγον μόνη ἂν εἰδείη σαφῶς ἡ
ως Ἀλήθεια.Ἦμεῖς δὲ ,καθ’ ὅσον χωροῦμεν, στο-
χασμοῖς τισι καὶ ὑπονοίαις τὸ ἀληθὲς ἀνιχνεύοντες,
ταῦτα περὶ τῶν ζητουμένων ὑπολαμϐάνομεν. Οῦτε 6
θεῖος ψεύδεται λόγος, κατ’ είκόνα Θεοῦ εῑπὼν γεγε-
νῆσθαι τὸν ἄνθρωπον ο οὔτε ἡ ἐλεεινὴ τῆς ἀνθρωπίνης
φύσεως ταλαιπωρία τῇ μακαριότητι τῆς ἀπαθοῦς
ζωῆς καθωμοίιιγιαι. ’Λνάγκη γὰρ τῶν δύο τὸ ἕτερον
ὁμολογεῖσθαι , εί τις συγκρίνοι τῷ Θεῷ τὸ ἡμέτερον,
ἢν παθητὸν εἶναι τὸ Θεῖον, ἢ ἀπαθὲς τὸ ἀνθρώπινον,
ὡς ἂν διὰ τῶν ἴσων 6 τῆς ὁμοιότητος λόγος ἐπ’ ἀμ·
φοτέρους καταλαμϐάνοιτο. El δὲ οὔτε τὸ Θεῖον ἐμπαο
θὲς, οὔτε τὸ καθ’ ἡμᾶς ἔξω πάθους ἐστὶν, ἀρα τις
ἕτερος ὑπολέλειπται λόγος, καθ’ ὃν ἀληθεύειν φαμὲν
τὴν. θείαν φωνὴν, τὴν ὲν εἰκόνι Θεοῦ γεγενῆσθαι τὸν
ρωπον λέγουσαν. Οὐκοῦν αὐτὴν ἐπαναληπτέον
ήμῖν τὴν θείαν Γραφὴν, εῖ τις ἀρα γένοιτο διὰ τῶνΔ γεῖ-
γραμμένων πρὸς τὸ ζητούμενον χειραγωγία. Μετά το
είπεῖν, ὅτι ι Ποιήσωμεν ἄνθρωπον κατ’ εἰκόνα, ι καὶ
ὲπὶ τίσι ποιήσωμεν, ἐπάγει τοῦτον τὸν λόγον, ὅτι καὶ
ἐποίησεν 6 Θεὸς τὸν ἄνθρωπον, καὶ κατ’ εἰκόνα φεοῦ
ἐποίησεν αὐτόν. ι ’Ᾱρσεν καὶθῆλυ ἐποίησεν αύτούς..)
Εἴρηται μὲν οὖν ἥδη καὶ ὲν τοῖς ἔμπροσθεν , ὅτι πρὸς
καθαίρεσιν τῆς αἱρετικῆς ἀσεϐείας 6 τοιοῦτος προανα-
πεφώνηται λόγος, ῖνα διδαχθέντες ὅτι εποίησε
ἄνθρωπον ὀ μονογενὴς Θεὸς κατ’ εἰκόνα Θεοῦ, ’μηδενὶ
λόγῷ τὴν θεότητά τοῦ Πατρδς καὶ τοῦ Υἱοῦ διακρί-
νωμεν,’ἐπίσης τῆς όιγίας Γραφῆς θεον ἑκάτερον
ὀνομαζούσηςξτόν τε πεποιηκότα τὸν ἄνθρωπον, καὶ
οἶ) κατ’ εἰκόνα ἐγένετο.

OCR text from a scan; reading errors may remain.

Cited in the encyclopedia

Save for later

Enter your email and we will send you a sign-in link. No password. What you save (articles, verses, chapters, documents) follows you to any device.