PG 44, col. 608

πολλῶν ἁμαρτίας ὲκ ποδῶν γενομένηςΕἷτα πάλιν [τοι]
αὑτὸν ὲπαναλαμὸἀνει λόγον περὶ τῶν( ἐπιστρεφόντων
εἰςὲσπὲραν,› καὶλιμωττόντωνὼς κυνῶν, καὶ¹ ὲν κύκλῳ
περιερχομένων τὴν πόλιν ·-δηλῶν, οἶμαι, διὰ τῆς τοῦ
λόγου ἐπαναλήψεως, ὅτι καθ’ ἑκάτερον οἱ ἄνθρωποι
κατὰ τε τὺ πονηρόν καὶ τὸ κρεῖττον, ὲν οἷς ἂν νῦν
γένωνται, ἐν τοῖς αὐτοῖς καὶ⁹ μετὰ ταῦτα γενήσονται.
'0 γὰρ νῦν δι’ ἀσεϐείας κύκλῳ περιπατῶν, μὴ ἐμϐιο-
τεὺων τῇ πόλει, μηδὲ τὸν ἀνθρώπινον ἐπὶ τοῦ ιδίας.
βίου χαρακτῆρα φυλάσσων, ἀλλὰ ἀποθηριοὺ μενος διὰ
τῆς προαιρέσεως, καὶ κύων γενόμενος, οὗτος καὶ τότε
τῆς ἄνω πόλεως ἐκπεσὼν, ὲν λιμῷ τῶν ἀγαθῶν xo-
λασθήσεται. Ὀ δὲ νικητὴς τῶν ἐναντίων καὶ προῖὼν
(καθώς φησιν ἑτέρωθί που ό Ψαλμῳδὸςμ ὲκ δυνά.-
μεως εἰς δύναμιν, »καὶ νίκην διαμειδόμενος, ι ’ᾼσθ-
μαι, ι λέγει, ι τῇ δυνάμει σου, καὶ ἀγαλλιάσομαι τὸ
πρωῒ τὸ ἔλεός σου. ο Ὅτι ὲγενήθης ἀντιληπτωρ
μου, καὶ καταφυγή μου , καί σοι πρέπει ἡ δόξα εἰς
τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
ΕΙΣ TON EKTON ΨΑΛΜΟΝ,
fl
Οἱ ἐκ δυνάμεως εἰς δύναμιν πορευόμενοι, κατὰ '
ν προφητικὴν εὑλογίαν, καὶ τὰς καλὰς ἀναϐάσεις
ὲν ταῖς ἑαυτῶν καρδίαις διατιθέμενοι, ὅτ’ ἄν τινκ
ἀγαθοῦ νοήματος δράξωνται, χειραγωγοῦνται δι’
ἐκείνου πρὸς ὑψηλότερον νόημα δι’ οὑ γίνεται ’τῇ
ψυχῇ ἡ ἐπὶ τὸ ὕψος ἀνάϐασις. Καὶ οὕτως ό ἀεὶ
τοῖς ἔμπροσθεν ἐπεκτεινόμενος, οὐδέποτε τῆς ἀγα-
Θῆς ἀνόδου παύσεται, ἀεὶ διὰ τῶν ὑψηλῶν νοημά-
των πρὸς τὴν τῶν ὑπερκειμένων κατανόησιν ὁδη-
γοὺμενος. Ταῦτα εἷπον, ἀδελφοὶ, τῷ ’ἐκτῳ τῶν ψιλ-
μῶν προσέχων τὴν διάνοιαν, καί βλέπων τὴν ἁνα-
γκαίαν τῆς τάξεως ἀκολουθίαν, πῶς μετὰ τὴν Κλη-
ρονομοῦσαν ὁ περὶτῆς Ὀγδόης ἡμῖν προσετέθη λόγος.
Πάντως δὲ οὑκ ἀγνοεῖτε τὸτῆς Ὀγδόης μυστήριον. Οὐ
γὰρ δὴ πρὸς Ἰουδαῖκὰς ὑπολήψεις εἰκός ἐστιν ὑπο·
ἔρεσθαι τινων τὴν διάνοιαψ οἳ περὶ τὰ ἀσχήμονα
τοῦ σώματος ἡμῶν τὸ μεγαλοφυὲς τοῦ μυστηρίου τῆς
ὐγδόης κατάγοντες, τδν τῆς περιτομῆς νόμον, καὶ
⁸³ Psal. v, l.

OCR text from a scan; reading errors may remain.

Cited in the encyclopedia

Save for later

Enter your email and we will send you a sign-in link. No password. What you save (articles, verses, chapters, documents) follows you to any device.