PG 44, col. 605

πόλιν λέγων. τὴν ὑπὸ τῆς ἀρετῆς συνῳκισμένην εὑ-
πρεπῆ τε καὶ εὐδιάθετον πολιτείαν · τὰ δὲ ἔξω τῆς
πολεως, τὴν ὲκ τοῦ ἐναντίου παραθεωρουμένην κα-
κίαν δηλοῖ, ὲν πᾶσα ἡ τοῦ ἀστειοτέρου βίου ἀπο-
ϐολή τίς ἐστιν δυσώδης ἁμαρτία, ἢ ἐκ τε τῆς σήψεως
τῶν σωμάτων, καὶ ἐκ τῆς ρυπαρᾶς κόπρου συνιστα- ς
μένη εὑρίσκεται. Οὐκοῦν τῆς μὲν πόλεως οἰκήτωρ
ἐστὶν, τὸ μέγα καὶ τίμιον χρῆμα, ὁ ὅντως ἄνθρω-
πος, καὶ τὸν ἐξ ἀρχῆς ἐπιϐληθέντα χαρακτῆρα τῇ
φύσει διὰ τοῦ βίου μεμορφωμένον ἔχων. Ὀ δὲ περὶ
τὰ ἔξω τῆς πόλεως ἀναστρεφόμενος, κύων ἐστὶν, καὶ
οὐκ ἄνθρωπος, ὥστε φανερὸν εἶναι παντὶ, πῶς χρὴ
διακρίνειν τοὺς κύνας ἀπὸ τῶν κατὰ φύσιν ἀνθρώ-
πων, οὐκ ὲκ τοῦ σχήματος λέγω τῆς τοῦ σώματος
διαπλάσεως, ἀλλ’ ἐκ τῆς κατά τὸν βίον διαφορᾶς. ’0
γὰρ τῆς ἐναρέτου πόλεως ἕνοικος, ἀληθῶς ἐστιν
ἄνθρωπος’ εἰ δέ τις περ)⁵ τὴν δυσώδη ἀκολασίαν, ἢ
τὴν περιττωματικὴν πλεονεξίαν. ἢνι κυρίως ἄν τις
ὀνομάσειε κόπρον, ἣ περὶ τά ἄλλα τῆς κακίας εἴδη
τὴν σπουδὴν ἔχοι, ἔξω τοῦ κύκλου τῆς πόλεως ἐκείνης
πλανώμενός τε καὶ περιέρπων, βοᾷ καθ’ ἑαυτοῦ τὺ
κύων εἶναι , μεταπλασοείσης ἀπὸ τῆς είς τὸν Θεὸν
ὁμοιότητος, ἐπὶ τὸ κυνῶδες τῆς φύσεως. Νοείς δὲ
πάντως διὰ τῶν κυνῶν τὸν ἀρχέγονον κύνα, τὸν σαρ-
κοδόρον τε καὶ ἀνθρωποκτόνον, meo; φησιν ἡ
Γραφή.
Καὶ τὰ ἑφεξῆς τοῦ ψαλμοῦ διαγράφει τὴν κυνώδη
ζωήν. Ἀντὶ γὰρ τῆς ὑλακῆς φθόγγον τινὰ διὰ στό-
ματος αὐτῶν γενέσθαι λέγει, καὶ avri. τῶν κυνοδόν-
των ῥομφαίαν τοῖς χείλεσιν ὑποκεκρύφθαι φησιν,
οὕτω λέγων τοῖς ῥήμασιν· ι Ἰδοὺ ἀποφθέγξονται ὲν
τῷ στόματι αὐτῶν, καὶ ῥομφαία ὲν τοῖς χείλεσιν
αὐτῶν. ι Ἀλλά τά φοϐερὰ ταῦτα τοῖς τὸν Θεὸν ὲν
ἑαυτοῖς έχουσι γέλως ἐστίν. ι Σὺ ι γὰρ, φησὶν, ι Κύα
ριος, ἐκγελάσῃ αὐτούς’ ἐγὼ δὲ τὸ κράτος μου πρὸς
σὲ φυλάξω. ι Καὶ μετ’ ὀλίγα προμηνύει ὁρισθεῖ-
σαν ὑπὸ τοῦ Θεοῦ ἐπὶ τοῦ ἰδίου πλάσματος οἰκονο-
μίαν· Φησὶ γάρ ’ Μὴ ἀποκτείνῃς αὐτοὺς, ἀλλά κατά-
γᾳγε αὐτοὺς ἀπὸ τοῦ ὕψους τῆς κακίας εἰς τὸ ὲπίπευ
ξίν τε καὶ ὁμαλὸν τῆς κατά Θεὸν πολιτείας. Ὅπερ
Pi] καὶ Παῦλος ὁ μέγας, καὶ ὁ Βαπτιστὴς Ἰωάννης
ξτξοίησεν. Ἐν Παύλῳ μὲν, καθαιρουμένου παντδξ
ὖψὼματος, τοῦ κατά τῆς θείας γνώσεως ἐπαιρομέο
νου · ὑπὸ δὲ Ἰωάννου, κατὰ τὴν προφητείαν Ἡσαΐου,
παντὸς ὅρους, καὶ¹ βουνοῦ πρὸς τὸ ταπεινὸν κατα-
εξπωμένου. Δι’ ὧν μανθάνομεν, ὅτι τῶν μὲν ἀνθρώπων
finitimo; οὐκ ἔσται, ἴνα τὸ θεῖον ἔργον ἀχρειωθῇ
ἁνυπάρκτῳ ἀφανιζόμενον. Ἀλλ’ ἀντ’ αὐτῶν ἀπο-
λιξται ἡ agiagi-cia, ἐίς τὸ μὴ ὂν περιστήσεται.
ί Ἀμαρτία ι γὰρ, φησιν, ι στόματος αὐτῶν καὶ λό-
τος χειλέων αὐτῶν. ι Καὶ ὑπερηφανία, καὶ ἀρά, και⁹
“Icari. vm, fl. "ll Cor. x. 5.

OCR text from a scan; reading errors may remain.

Cited in the encyclopedia

Save for later

Enter your email and we will send you a sign-in link. No password. What you save (articles, verses, chapters, documents) follows you to any device.