PG 44, col. 785

ἄκροις χείλεσιν ἀγαθοῦ ψαῦσαι ποθήσασα, καὶ τοσοῦ-
τον μόνον ἐφαψαμένη τοῦ κάλλους, ὅσον ἡ τῆς εὐχῆς
ἐνδείκνυται δύναμις , ηὔξατο δὲ οἷόν τινος φιλήματος
ἀξιωθῆναι διὰ τῆς τοῦ Λόγου ὲλλάμψεως. Αῦτη δι’
ὧν ἔτυχε , καὶ ἐπὶ τὸ ἐνδότερον τῶν ἀπορρήτων τῷ
λογισμῷ διαδυεῖσα, βοᾷ μὴ μόνον ὲν προθύροις τῶν
ἀγαθῶν εἶναι τὸν δρόμον, ἀλλὰ τῇ ἀπαρχῇ τοῦ Ilvati-
ματος, οὗ διὸ. τῆς χάριτος, οἷον διά τινος φιλήματος
ἠξιώθη διερευνῷ τοῦ Θεοῦ τὰ βάθη , καὶ ὲν τοῖς
ἀδύτοις τοῦ παραδείσου, κατά τὸν μέγαν Παῦλον,
ὀρᾷν τέ φησι τὰ ἀθέατα, καὶτῶν ἀλαλήτων ἐπακροά-
σθαι ῥημάτων.
arcanum cogitatione ingressa,elamat non solum esse cursum in vestibulis bonorum, sed in primitiis
Spiritus, per cujus gratiam, veluti per quoddam osculum, digna habita est qua scrutaretur pro-
funda Dei. et cum esset in adytis para.'isi, ut magnus dicit Paulus, videret qua: sub oculum
non cadunt, et audiret verba quae non licet eloqui.
'H δὲ ἑφεξῆς ῥῆσις τὴν ὲκκλησιαστικὴν οἰκονο-
μίαν ὲκκαλύπτει τῷ λόγῳ. Ol γάρ πρῶτοι μαθητευ-
θέντες τῇ χάριτι, καὶ αὐτόπται καὶ ὑπηρέται γενόμε-
νοι, οὐκ ἐν ἑαυτοῖς τὸ ἀγαθὸν περιώρισαν , ἀλλά καὶ
τοῖς μετ’ ἐκείνους ἐκ διαδόσεως τήν αὐτὴν ἐποίησαν
χάριν. Διά τοῦτο πρὸς τὴν νύμφην φασιν αἱ νεάνιδες,
τὴν πρώτην, διὰ τοῦ κατά στόμα γενέσθαι τοῦ Λόγου,
τῶν ἀγαθῶν πληρωθεῖσαν, καὶ τῶν κεκρυμμένων
μυστηρίων ἀξιωθεῖσαν , ὅτι Ἀγιιλλιασώμεθα καὶ
εὐφρανθῶμεν ἐν σοί. Κοινὴ γὰρ ήμῶν ἐστι χαρὰ τὸ
σδν ἀγαλλίαμα, δτι ὡς σὺ καὶ ἀγαπᾷς ὑπὲρ οἶνον
τοὺς μαζοὺς τοῦ Λόγου, οὕτω καὶ ἡμεῖς σέ. Μιμη-
σώμεθα σοὺς μαζοὺς, δι’ ὧν τοὺς νηπίους ὲν Χριστῷ
γάλα ποτίζεις. ’Υπὲρ τὸν ἄνθρωπον ἀγαπήσωμεν
οἶνον. Καὶ ὼς ἀν τις ἐπὶ τὸ σαφέστερον προαγάγοι
τὸ νόημα, τοιοῦτόν ἐστι τὸ λεγόμενον· Ἠγάπησε
τοὺς μαζοὺς τοῦ Λόγου, δ ἐπὶ τὸ στῆθος τοῦ Κυρίου
ἀναπεσὼν Ἰωάννης, καὶ¹ οἷόν τινα σπογγιάν τὴν ἑαυσ-
τοῦ καῷίαν παραθεὶς τῇ πηγῇ τῆς ζωῆς, καὶ πλή-
ρης ἐκ τινος ἀῤῥήτου διαδόσεως τῶν ὲγκειμένωντῇ·
τοῦ Χριστοῦ μυστηρίων γενόμενος, καὶ ἡμῖν ἐπέχει
τὴν πλη ρωθεῖσαν ὑπὸ τοῦ Λόγου θηλὴν, καὶ πλήρεις
ποιεῖ τῶν ἐντεθέντων αὐτῷ παρὰ τῆς πηγῆς ἀγαθῶν,
κηρύσσων ὲν μεγαλοφωνίᾳ τὸν ἀεὶ ὄντα Λόγον· ὅθεν
εἰκότως καὶ¹ ἡμεῖς πρὸς αὐτὸν ἐροῦμεν , ὅτι Ἀγα-
πήσωμενμασθούς σου ὑπὲρ οἶνον. Εἴπερ δὴ τοιοῦ-
τοι γεγόναμεν, ὡς νεάνιδες εἶναι, καὶ μήτε ταῖς
φρεσὶ νηπιάζειν ὑπὸ τῆς τῇ ματαιότητι συνεζευγμέ-
νης νεότητος, μήτε ῥυτιδοῦσθαι δι’ ἁμαρτίας ὲν πα-
λαιότητι τῇ είς ἀφανισμὸν καταληγούσῃ’ διὰ τοῦτο
δὲ ἀγαπῶμεν τὴν τῶν σῶν διδαγμάτων ἐπιρροήν,
ὅτι Σὲ ἠ εὐθύτης ἠγάπησε-ν’ οὗτος γὰρ δ μαθητὴς
ὃν ἠγάπα ὁ Ἰησοῦς* Ἰησοῦς δέ ἐστιν ὴ εὐθύτης.
Κάλλιον δὲ καὶ θεοπρεπέστερον δ λόγος οὗτος παρά
τὸν προφήτην Δαϐὶδ ὀνομάζει τὸν Κύριον. ’0 μὲν
γάρ φησιν, ὅτι Εὐθὺς Κύριος ό Θεός’ οὗτος δὲ εὑ-
‘Pluil. ιιι, 15. ³11 Cor. χιι, Ι sqq.
³10311. XXI, 7.

OCR text from a scan; reading errors may remain.

Save for later

Enter your email and we will send you a sign-in link. No password. What you save (articles, verses, chapters, documents) follows you to any device.