PG 45, col. 125

In English: On 'Not Three Gods.' 1

ἐοτιν ἕτερον ἐξ ἐπιτηδεύματος ὄνομα, ὅταν πλείους
ζσιν οἱ τοῦ αὐτοῦ μετέχοντες. Ταῦτα δὲ φιλοπονώ-
τερον ἐξειργασάμην, τὸν τῶν ὑπεναντίων ἀνθυπο-
φέρων λόγον. ὡς ἂν θεβαιότερον ἡμῖν παγείη τὸ
δόγμα ταῖς εὐτονωτέραις τῶν ἀντιθέσεων κρατυνό-
μενον. Οὐκοῦν ἐπαναληπτέος πάλιν ὁ λόγος. Ἐπειδὴ
μετρίως ἡμῖν ἐκ τῆς κατασκευῆς ἀπεδείχθη, οὐ φύ-
σεως, ἀλλʼ ἐνεργείας εἶναι τὴν φωνὴν τῆς θεότητος,
λέγων τάχα ταύτην ἄν τις αἰτίαν εὐλόγως εἴποι, τοῦ
πληθυντικῶς μὲν ἐπʼ ἀνθρώπων τοὺς τῶν αὐτῶν ἐπι-
τηδευμάτων κοινωνοῦντας ἀλλήλοις ἀριθμεῖσθαι καὶ
ὀνομάζεσθαι· μοναδικῶς δὲ τὸ θεῖον ὡς ἕνα Θεὸν καὶ
μίαν θεότητα λέγεσθαι, κἂν αἱ τρεῖς ὑποστάσεις τῆς
ἐμφαινομένης τῇ θεότητι σημασίας μὴ ἀποκρίνοιντο.
Ὁτι ἄνθρωποι μὲν, κὰν μιᾶς ὦσιν ἐνεργείας οἰ
πλείονες, καθʼ ἐαυτὸν ἕκαστος ἀποτεταγμένος ἐνεργεῖ
τὸ προκείμενον, οὐδὲν ἐπικοινωνῶν ἐν τῇ καθʼ ἑαυ-
τὸν ἐνεργείᾳ πρὸς τοὺς τὸ ἶσον ἐπιτηδεύοντας. Εἰ
γὰρ καὶ πλείονες εἶεν οἱ ῥήτορες, τὸ μὲν ἐπιτήδευμα
ἕν ὅν, τὸ αὐτὸ ἐν τοῖς πλείοσιν ὄνομα ἔχει οἱ δὲ
μετιόντες καθʼ ἑαυτὸν ἐκαστος ἐνεργοῦσιν ἰδίως ῥη-
τορεύων ὁ δεῖνα, καὶ ἰδίως ὁ ἔτερος.
efficiendum, nihil cemmunicans in sua actione cum iis, qui ejusdem sunt officii atque instituti. Nam
etsi plures fuerint oratores, studium quidem et oficium cum sit unum, idem in pluribus nomen ha-
bet; qui autem id tractant, sigillatim quisque solus suum negotium agunt : seorsum ilte, itemque alter
separatim oratoriam exercentes.
Οὐκοῦν ἐν μὲν τοῖς ἀνθρώποις, ἐπειδὴ διακεκρι-
μένη ἐστὶν ἡ ἐν τοῖς αὐτοῖς ἐπιτηδεύμασιν ἐκάστου
ἐνέργεια, κυρίως πολλοὶ ὀνομάζονται, ἐκάστου αὐτῶν
εἰς ἱδίαν περιγραφὴν κατὰ τὸ ἰδιότροπον τῆς ἐνερ-
γείας ἀποτεμνομένου τῶν ἄλλων. Ἐεὶ δὲ τῆς θείας
φύσεως, οὐχ οὕτως ἐμάθομεν, ὅτι ὁ Πατὴρ ποιεῖ τι
καθʼ ἑαυτὸν, οὗ μὴ συνεφάπτεται ὁ Τἱός. Ἡ πάλιν ὁ
Τὸς ἰδιαζόντως ἐνεργεῖ τι χωρὶς τοῦ Πνεύματος.
Ἀλλὰ πᾶσα ἐνέργεια ἡ θεόθεν ἐπὶ τὴν κτίσιν διή-
κουσα, καὶ κατὰ τὰς πολυτρόπους ἐννοίας ὀνομαζο-
μένη, ἐκ Πατρὸς ἀφορμᾶται καὶ διὰ τοῦ Υἱοῦ πρόεισι,
καὶ ἐν τῷ Πνεύματι τῷ ἀγίῳ τελειοῦται. Διὰ τοῦτο
εἰς πλῆθος τῶν ἐνεργούντων τὸ ὄνομα τῆς ἐνεργείας
οὐ διασχίζεται, ὅτι οὐκ ἀποτεταγμένη ἑκάστου καὶ
ἱδιάζουσά ἐστιν ἡ περί τι σπουδή· ἀλλʼ ὅπερ ἂν γί-
νεται τῶν εἴτε εἰς τὴν ἡμετέραν πρόνοιαν φθανόν-
των, εἴτε πρὸς τὴν τοῦ παντὸς οἰκονομίαν καὶ σύστα-
σιν, διὰ τῶν τριῶν μὲν γίνεται, οὐ μὴν τρία ἐστὶ τὰ
γινόμενα. Nοήσωμεν δὲ τὸ λεγόμενον, ἐφʼ ἑνός τινος
πράγματος· ἀπʼ αὐτοῦ λέγω τοῦ κεφαλαίου τῶν χα-
ρισμάτων ζωῆς τετύχηκεν, ὅσα μετείληφε τῆς χάρι-
τος ταύτης. Ἐξετάζοντες οὖν πόθεν ἡμῖν γέγονε τὸ
τοιοῦτον ἀγαθὸν, εὐρίσκομεν διὰ τῆς τῶν ραφῶν
δδηγίας, ὅτι ἐκ Πατρὸς καὶ Τἱοῦ καὶ Πνεύμανος ἀγίου.
Ἀλλʼ οὐκ ἐπειδὴ τρία ὑποτιθέμεθα πρόσωπά τε καὶ
ὀνόματα, τρεῖς καὶ ζωὰς ἰδίως μίαν παρʼ ἐκάστου
αὐτῶν δεδωρῆσθαι ἡμῖν λογιζόμεθα· ἀλλʼ ἡ αὐτὴ
ζωὴ καὶ παρὰ τοῦ Πατρὸς ἐνεργεῖται, καὶ παρὰ τοῦ
Υοῦ ἐτοιμάζεται, καὶ τῆς τοῦ Πνεύματος ἐξῆπται
βουλήσεως.
Ἐπειδὴ τοίνυν καθʼ ὁμοιότητα τοῦ εἰρημένου πᾶ-

OCR text from a scan; reading errors may remain.

Save for later

Enter your email and we will send you a sign-in link. No password. What you save (articles, verses, chapters, documents) follows you to any device.