PG 46, col. 577

ΕΙΣ ΤΗΝ
Νῦν γνωρίζω ’τὴν ἐμὴν ἀγέλην, σήμερον βλέπω
σχῆμα τῆς Ἐκκλησίας τὸ σύνηθες, ἡνίκα καὶ τῶν
ι σαρκικῶν φροντίδων τὴν ἀσχολίαν μισήσαντες , ἀκεο
ρσίῳ τῷ πληρώματι πρὸς τὴν θεραπείαν τοῦ Θεοῦ
συνεδράμετε · καὶ στενοχωρεῖ μὲν ό λαὸς τὸν οἷκον,
εἴσω τῶν ίερῶννάδύτων γινόμενος ο πληροῖ δὲ τὸν ἔξω
χῶρον ὲν τοῖς προτεμενίσμασιν, ὅσον οὐ χωρεῖται
παρὰ τῶν ἔνδον, κατὰ τὴν εἰκόνα τῶν μελισσῶν. Ai
μὲν γὰρ ἔνδον ἐργάζονται, αί δὲ ἔξωθεν περιὸομὸοὖσι
τὸ σμῆνος. Οὕτως οὖν ποιεῖτε, ὦ παῖδες, καὶ μήποτε
ταύτην τὴν σπουδὴν ἁπολίπητε. Πάθος γὰρ ὁμολογῶ
πάσχων ποιμαντικδν, καὶ βούλομαι ἐπὶ τῆς ὑψηλῆς
ταύτης καθήμενος σκοπιᾶς , κύκλῳ περὶ τοὺς πρόπο-
δας τῆς κορυφῆς βλέπειν ἠθροισμένον τὸ ποίμνιον ⁸
καὶ οὓτως μοι συμϐαίνει, προθυμίας τε ὲμπίπλαμαι
θαυμαστῆς, καὶ κάμνω τὸν λόγον ἡδέως, ὼς οἱ ποι-
μένες τὰ μέλη τὰ νομαῖα. Ὅταν δὲ ἑτέρως ἔχῃ, καὶ
τὴν ἔξω πλάνην ἦτε πλανώμενοι,ὡς ὑπόγυιον ἐπὶ τῆς
παρελθούσης-κυριακῇ πεποιήκατε, σχετλιάζω πολλὰ,
καὶτὴν σιωπὴν ἀσπάζομαι· βουλεύομαι δὲ τὴν ἐνθένδε
φυγὴν, καὶ ζητῶ τὸν Ἦλίου τοῦ προφήτου Κάρμηλον,
ἡ τινα πέτραν dolia-(110v. Φίλον γάρ πως τοῖς ἀθυμοῦσι
τὸ ἄμικτον καὶ φιλέρημον. Νῦν δὲ βλέπων ὑμᾶς σὺν
αὐτοῖς τοῖς γένεσιν ἀθρόως πανηγυρίζοντας, ὑπομι-
μνήσκομαι λογίου προφητικοῦ, ὃ πόρρωθεν Ἡσαΐας
ὁνύμνησε, τὴν εὔτεκνον καὶ πολύπαιδα πρωναφωνῶν
Ἐκκλησίαν. Τίνες, φησιν, owe; ὠς νεφέλαι πέτον-
ται, καὶ ὡς περιστεραὶ σὺν νεοσσοῖς ἐπ’ ἐμέ. Οὐ
μὴν ἀλλὰ πρὸς τούτοις κάκεῖνο, Στενός μοι d τόπος ’
ποίησόν μοι τόπον, ἵνα κατοικήσω. Ταῦτα γὰρ ή
τοῦ Πνεῦματος δύναμις εἰς τὴν πολυάνθρωπον τοῦ
Θεοῦ Ἐκκλησίαν ἐθέσπισεν, ἢ χρόνοις ὕστερον ἔμελ-
λεν ἐπ’ ἄκρων τῆς γῆς είς ἄκρα πληρώσειν τὴν oi-
κουμένην ἃπασαν. τΗκε τοίνυν ἄγων καὶ περιφέρων
ὁ χρόνος μνήμηνλὰγίων μυστηρίων, καθαιρόντων τὸν
ἄνθρωπον, ἃ καὶ τὴν δυσέκνιπτον ἁμαρτίαν ἀπορρύ-
πτει τῆς ψυχῆς καὶ τοῦ σώματος · ἐπανάγει δὲ ποὺς
‘lsa. Ls, 8. 'lsa. xm, ‘20.

OCR text from a scan; reading errors may remain.

Cited in the encyclopedia

Save for later

Enter your email and we will send you a sign-in link. No password. What you save (articles, verses, chapters, documents) follows you to any device.