PG 6, col. 256

τερον εἰρηκὼς, ὕστερον γεννητὴν αὐτὴν εἶναι λέγει·
καὶ τῷ εἴδει (86) δὲ ἀρχὴν ἰδίαν πρότερον δεδωκὼς,
καὶ καθ’ ἑαυτὸ οὐσιῶσθαι ἀποφήσας , ὕστερον ὲν τοῖς
ν νοήμασιν αὐτὸ τοῦτ’ εἴναι λέγει. Ἔτι μέν τοι γε καὶ
,πᾶν τὸ γενόμενον φθαρτὸν πρότερον ἀποφηνάμενος
εἶναι, ὕστερον ἔνια τῶν γινομένων ἀλυτα καὶ ἄφθαρτα
δύνασθαι εἷναί φησι. Τί τοίνυν αἴτιον τοῦ μὴ πρὸς
ἀλλήλους μόνον, ἀλλά καὶ πρὸς ἑαυτοὺς στασιάζειν
τοὺς παρ’ ὑμῖν νομισθέντας γεγενῆσθαι σοφοὺς; Τὸ
μὴ βουληθῆναι δηλονότι παρά τῶν εἰδότων μανθάνειν,
ἀλλ’ ἑαυτοὺς οἴεσθαι τῇ ἀνθρωπίνῃ αὐτῶν περινοίᾳ
τὰ ἐν οὐρανοῖς δύνασθαι γινώσκειν σαφῶς η καίτοι γε
μηδὲ τὰ ἐπὶ τῆς γῆς γνῶναι δυνηθέντες. Τὴν γοῦν
ἀνθρωπίνην ψυχὴν ἔνιοι μὲν τῶν παρ’ ὑμῖν φιλοσόφων,
ὲν ήμῖν,ἓτεροι δὲ περὶ ἡμᾶς εἷναί φασι. Οὐδὲ γὰρ ὲν
τούτῳ συμφωνεῖν ἀλλήλοις προῄρηνται, ἀλλ’ ὥσπερ τὴν
ἄγνοιαν διαφόρως μερισάμενοι, καὶ περὶ ψυχῆς φιλο-η
νεικεῖν καὶ στασιάζειν πρὸς ἀλλήλους προῄρηνται. Oi
μὲν γὰρ αὐτῶν φασι πῦρ εἶναι τὴν ψυχὴν,οἱδὲ τὸν
ἀέρα· oi δὲ τὸν νοῦν · οἱ δὲ τὴν κίνησιν ο oi δὲ τὴν ἀνα-
θυμίασιν · ἄλλοι δέ τινες δύναμιν ἀπὸ τῶν ἄστρων ρέ-
ουσαν ο οἱ δὲ ἀριθμὸν κινητικόν · ἕτεροι δὲ ὕδωρ γο-
νοποιόν. Καὶ ὅλως ἄτακτός τις καὶ ἀσύμφωνος ἡ
παρ’ αὐτοῖς κεκράτηκε δόξα, ἐνὶ μόνῳ τοῖς ὀρθῶς
κρίνειν δυναμένοις ἐπαίνου ἀξία φαινομένη , ὅτι πλας
νωμένους (87) καὶ μὴ τάληθῆ λέγοντας ἀλλήλους my.
χειν προῄρηνται.
8. Οὐκοῦν ἐπειδήπερ οὐδὲν ἀληθὲς περὶ θεοσεο
6είας παρά τῶν ὑμετέρων διδασκάλων μανθάνειν
ἐστὶ δυνατὸν , ἱκανὴν ὑμῖν ἀπόδειξιν τῆς ἑαυτῶν
’ἀγνοίας διὰ τῆς πρὸς ἀλλήλους στάσεως παρεσχηκό-
των, ἀκόλουθον ήγοῦμαι ἀνελθεῖν ἐπὶ τοὺς ἡμετέρους
προγόνους, τοὺς καὶ τοὺς χρόνους τῶν παρ’ ὑμῖν
διδασκάλων πολλῷ προειληφότας , καὶ μηδὲν ἀπὸ τῆς
ἰδίας αὐτῶν φαντασίας διδάξαντας ἡμᾶς , μηδὲ πρὸς
ἀλλήλους διενεχθέντας , ἦ τὰ ἀλλήλων ἀνατρέπειν
πειρωμένους, ἀλλ’ ἀφιλονείκως καὶ ἀστασιάστως τὴν
παρά Θεοῦ (88) δεξαμένους γνῶσιν , καὶ ταύτην δι-
δάσκοντας ἡμᾶς. Οὔτε γὰρ φύσει, οὔτε ἀνθρωπίνῃ
ἐννοίᾳ οὓτω μεγάλα καὶ θεῖα γινώσκειν ἀνθρώποις
δυνατὸν, ἀλλά τῇ ἀνωθεν ἐπὶ τοὺς ἁγίους ἄνδρας
τηνικαῦτα κατελθούσῃ δωρεᾷ (89), οἷς οὐ λόγων ἐδέησε
τέχνης , οὐδὲ τοῦ ἐριστικῶς τι καὶ φιλονείκως εἰπεῖν,
ἀλλά καθαροὺς ἑαυτοὺς τῇ τοῦ θείου Πνεύματος πα-
ρασχεῖν ἐνεργείᾳ, ἵν’ αὐτὸ τὸ θεῖον ἐξ οὐρανοῦ κατ-
rerum exempla esse ac omnibus antiquiora statue-
ret, cx co adductum csse dicit, quod perspiceret
artificem, id quod ellecturus sit ante animo infcr-
tuare, etcum illius speciem consitleraverit, eam iu
ipsis rebus similitudine quadattt exprimere.
(87; Πλανωμένους. li. St. ad calcem τιεττλειινη-⁴
μείέἔῗσΐὴν σξαρᾲ Θεοῦ. Colbert. τὴν περὶ Θεοῦ..
ενους.
(89) Δωρεᾷ. Eodem nomine Spiritus Sam-ins in-
{ria degizgnatttr, ιι. ll). Vide adnutationemnostrattt
a ιι. ,.
ad ιι. 52.

OCR text from a scan; reading errors may remain.

Save for later

Enter your email and we will send you a sign-in link. No password. What you save (articles, verses, chapters, documents) follows you to any device.