PG 66, col. 1620

κυριωτέρῳ μέρει ἀκάθαρτοι μεμενήκασι ° καὶ οἷον
ἀνδριάντες εἰσὶν, οἶ ἔξωθεν μὲν τῷ χρυσῷ πολλάκις
ἢ καὶ χαλκῷ στίλϐουσι, τά δὲ ἔνδον, ἀκαθαρσίας καὶ
ὕλης πάσης ἄλλης πεπλήρωται φαυλοτάτης.
B'. Τούτων οὖν καὶ μᾶλλον ἡμεῖς τῶν ἀδήλων πα-
θῶν⁸ ἐκκαθαίρεσθαι σπουδάσωμεν. Καὶ τούτο δὲ μὴ
λανθανέτω ἡμᾶς, ἀδελφοὶ, ὅπως ὁ ὲχθραίνων ἡμῖν
διάϐολος, πολλαῖς καὶ ποικίλαις ταῖς μηχαναῖς χρώ· -
μενος ὲξαπατᾷν πειρᾶται, καὶ προφάσει τοῦ ἀγαθοῦ,
τοῖς πονηροῖς ἐμπίπτειν παρασκευάζει. Οἴον φιλοξε-
νίαν ὑποτιθέμενος, καὶ τὴν τῶν παραύαλλόντων ἀδελ-
φῶν ἀκολούθως φιλοφροσύνην, συνεσθίειν αὐτοῖς καὶ
συμπίνειν παρασκευάζει. Καὶή αἰτία, τὸ τῆς ἀγάπης
καλόν ’ εἶθ’ οὕτως ὑποκλέπτων ἡρέμα καὶ ύποσπῶν,
είς τὸ τῇ γαστρὶ δουλεύειν ἡμᾶς λάθρα εἵλκυσε ο
κάντεῦθεν ἐμπαθείαις καὶ ἡδοναῖς είς κόρον ἐμόλυνεν.
Ἀλλοις πάλιν ἐλεημοσύνην ὑποϐἀλλων καὶ ἀχρηστό-
τητα, καὶ τὴν περὶ τοὺς πένητας εὐποιίαν, ἐντεῦθεν
spend. χρη μάτων αὐτοῖς ἐνῆκε, καὶ πρὸς φιλαργυρίαν
ὲξὲμηνεν. Ἐτέροις τὴν τῶν πολλῶν ὠφέλειαν εἰς δέ·
λεαρ ὑποσπείρων, τὴν ἡσυχίαν ὡς ἄκαρπον ἀπολι-
πεῖν παρεσκεύασε · καὶ πολλοῖς μὲν τῶν κοσμικῶν
ῥμιλεῖν · ἔστι δ’ ὅτε καὶ πρὸς γυναῖκας ἀφυλάκτως
τοῦτο ποιεῖν ἀνέπεισεν, ὡς ἤδη πρὸς ἀπάθειαν ἑφθα-
κόσι, καὶ οὕτω φιληδόνους καὶ ἐμπαθεῖς τοὺς ἀθλίους
ἀπέδειξεν. ’Ἄλλους ἀνενοχλήτους ἐάσας, καὶ τῷ μη-
δενὶ τῶν παθῶν ἁλιοτοῦς εἶναι παρακρουσάμενος, εἰς
ὑπερηφανίαν ἐπῆρε, καὶ οὕτω ῥαδίως κατήνεγκεν.
Ἔστι δὲ οὓς καὶτοῦ πολεμεῖν ἀποσχόμενος, καὶ μά-
λιστα τοὺς πρὸς τοὺς ἀσκητικοὺς ἀγῶνας ἔναγχος
ἀποδυσαμένους, ἀδεῶς ἔχειν αὐτοὺς καὶ ἀμερίμνως
ἠπάτησεν ο ἐξ οὗπερ είς ῥᾳθυμίαν ἐμϐαλὼν, καὶ πός
νων ἀμελῆσαι παρασκευάσας, ἀθρόον ὡς εὐχειρώτοις
ἐπέθετο καὶ ἀόπλοις, καὶ οὕτω μυρίων σάλον τῶν λο-
γισμῶν διέσεισέ τε καὶ συνετάραξε⁸ πολλάκις μέντοι
καὶ τῷ τῶν παθῶν βυθῷ κατεϐἀπτισεν. Ἐτέρους
αὖθις, θαρρεῖν ἑαυτοῖς ἀνέπεισεν, ὡς μέτρου ἠδη
μείζονος ὲφικομένοις · πιστεύεσθαί τε καὶ ἄλλων λο-
γισμοὺς, καὶ παθῶν καὶ πολέμων ἐξαγορεύσεις ὑπο
ἐϐαλεν ο οἷς μήπω τὰ οἰκεῖα πάθη καλῶς ἀπονιψα-
μένοις, πρῶτον μὲν ὑπομνήσεις καὶ δια-τυπώσεις
τῶν ὧν ἀκηκόασιν ἐμπαθῶς ἐνῆκεν’ ἔπειτα καὶ
πρὸς μολυσμοὺς σαρκὸς ἀθλίως κατήνεγκεν. Ἐπεὶ
οὖν atto-3 πειράζοντος προσϐολαὶ ποικίλαι οὕτως καὶ
πολυειδεῖς καὶ δυσφώρατοι, πολλῆς καὶ ἡμῖν δεήσει
τῆς φυλακῆς καὶ νήψεως, καὶ τῆς πρὸς τὺ ἀγαθὸν
προσοχῆς· ἵνα παρ’ αὐτοῦ φωτιζόμενοι, μὴ λάθωμεν
ὡς κ²λῶν τῶν πονηρῶν χρώμενοι· μὴ δὲ τοῖς fala-
6zpci; περιπίπτοντες ἀδήλως ' ἀλλά γρηγορῶμεν καὶ
νήφωμεν περισκοποῦντες πόθεν, καὶ πότε, καὶ πῶς
τὰς προσϐολάς ἐκεῖνος ποιεῖται’ καὶ μηδενὶ μηδ’
ὅλως δι’ ἀπροσεξίαν προσπίπτωμεν,

OCR text from a scan; reading errors may remain.

Save for later

Enter your email and we will send you a sign-in link. No password. What you save (articles, verses, chapters, documents) follows you to any device.