PG 69, col. 16

κατασημαίνοιτο, συναγεῖραί τε ἅμα, καὶ ὅπως ἂν
ἔκαστον ἐννοιῶν ἔχοι, διειπεῖν σπουδάσωμεν· ὡς ἄν
γένοιτο τὰ πρὸς ἡμῶν εἰρημένα λεπτὰς ἔχοντα φαν-
τασίας, ἔσθʼ ὅτε τὸ ἀληθέστερον θεωρημάτων, πρό-
φασις ἀγαθὴ τοῖς εὐμαθεστέροις, καὶ ἀναβασμοὶ
τρόπον τινὰ, πρὸς τὴν ἀμείνονά τε καὶ ὑπερτάτω
eκειμένην ἀνακομίζοντες γνῶσιν. Ἐκθησόμεθα δὲ χρη-
οίμως, πρότερον μὲν, τὰ ἱστορικῶς πεπραγμένα·
διασαφήσαντες δὲ τὰ τοιάδε σνμμέτρως, καὶ οἶά περ
ἐκ τύπου καὶ σκιᾶς μεταπλάττοντες τὸ διήγημα.
σαφῆ ποιησόμεθα τὴν ἀφήγησιν, ἀπονενευκότος ἡμῖν
τοῦ λόγου πρὸς τὸ Χριστοῦ μυστήριον, καὶ αὐτὸν
ἔχοντος πέρας, εἴπερ ἐστὶν ἀληθὲς, ὅτι τέλος νόμου
καὶ προφητῶν ὁ Χριστός. Εἰ δέ πη γένοιτο καὶ
ἀφαμαρτεῖν τῶν πρεπωδεστέρων ὡς ἐν ἰσχνότητι
νοημάτων καὶ ἀσαφείᾳ πολλῇ, συγγνώμονας εἶναι
προσήκει τοὺς ἐντευξομένους. Ἰστέον δὲ δὴ, ὅτι
Περὶ τῆς ἐν πνεύματι καὶ ἀληθείᾳ προσπυυνήσεως
παὶ λατρείας ἐπτακαίδεκα συνθέντες βιβλία, καὶ
πολλὴν ἐν ἐκείνοις ἀθροίσαντες νοημάτων πληθὺν,
παρήκαμεν οἰκονομικῶς τῇ προκειμένῃ συγγραφῇ
τὰ ἐντεταμένα κεφάλαια, καὶ ἀβασάνιστα τετηρή-
καμεν· κὰν εἴ που συνέβη μνημονεῦσαί τινος ὡς ἐξ
ἀναγκαίου λόγου. Ἀρξόμεθα τοίνυν τῶν ἐπὶ τῇ ε-
νέσει γλαφυρωτέρων· οὕτω τε λοιπὸν ἐφεξῆς τὰ
πέντε Μωσέως δραμόντες βιβλία, περιεργασόμεθα
πρὸς αὐτοῖς καὶ τὰ ἐκ τῆς ἐτέρας γραφῆς τῷ προ-
κειμένῳ χρήσιμα σκοπῷ.
Περὶ τοῦ Ἀδάμ.
α. Ὁνομομαθὴς ἀληθῶςκαὶἰερώτατος Παῦλος, τῆς
διὰ Χριστοῦ σωτηρίας ἐννενοηκὼς τὸ μυστήριον,
ἀνακεφαλαίωσιν ἐν αὐτῷ γενέσθαι φησὶ τῶν τε ἐν
οὐρανῷ καὶ τῶν ἐπὶ τῆς γῆς, ἐν εὐδοκίᾳ τε καὶ ε-
λήσει τοῦ Θεοῦ καὶ Πατρὸς, τὴν τῶν ὅλων ἐπανόρ-
θωσιν, καὶ τὴν εἰς ὅπερ ἦν ἐν ἀρχῇ ἀναφοίτησιν τῶν
κατεφθαρμένων, τῷ τῆς ἀνακεφαλαιώσεως σαφηνί-
ζων ὀνόματι. Διεμέμνητο γάρ που, κατά γε τὸ εἰκὸς,
Θεοῦ λέγοντος διὰ φωνῆς προφητῶν· « Μὴ μνημο-
νεύετε τὰ πρῶτα, καὶ τὰ ἀρχαῖα μὴ συλλογίζεσθε.
Ἰδοὺ ἐγὼ ποιῶ καινὰ, ὲ τῦν ἀνατελεῖ, καὶ γνώσεσθε
αὐτά. » Τοιγάρτοι καὶ αὐτὸς ἅτε καὶ θείοις ἐντεθραμ-
μένος λόγοις, τὴν ἐν τούτοις ἡμῖν προαγόρευσιν ἐκ-
πεπερασμένην ἤδη πως ἐν Χριστῷ παρέδειξε λέγων·
« Ὁστε εἴ τις ἐν Χριστῷ καινὴ κτίσις, τὰ ἀρχαῖα
παρῆλθεν, ἰδοὺ γέγονε τὰ πάντα καινά. » Ἀνεστοι-
χειώμεθα γὰρ ἐν Χριστῷ, καὶ γεγόναμεν καινὴ κτίσις.
Καὶ ἐν αὐτῷ δὴ καὶ μόνῳ τὸ καινὸν ὄνομα πεπλουτή-
καμεν· κεκλήμεθα γὰρ Χριστοῦ. Καὶγοῦνπάλιν αὐτός
πού φησιν ὁ θεσπέσιος Παῦλος περὶ ἡμῶν· « Οἱ δὲ τοῦ
Χριστοῦ Ἰησοῦ τὴν σάρκα ἐσταύρωσαν σὺν τοῖς πα-
θήμασι καὶ ταῖς ἐπιθυμίαις. » Ἀγιοπρεπὴς γὰρ ὁ
βίος τοῖς ἐν Χριστῷ, καὶ σαρκικῶν ἐπέκεινα παθῶν,
καὶ γεώδους ἀκαθαρσίας. Ὁτι δὲ ἔμελλεν ἤξειν ἐφʼ
ἡμᾶς τὸ καινὸν ὄνομα τὸ ἐπικληθὲν ἡμῖν ἐν Χριστῷ,
σαφὲς ἂν γένοιτο, Θεοῦ διακεκραγότος διὰ φωνῆς
δίων· « Τοῖς δουλεύουσί μοι κληθήσεται ὄνομα και-
.r Calat. ν, 24.
Cor. ν, 17; Apoe. sX. 3.

OCR text from a scan; reading errors may remain.

Save for later

Enter your email and we will send you a sign-in link. No password. What you save (articles, verses, chapters, documents) follows you to any device.