PG 69, col. 20

μιουργὸς, καὶ νεῦμα μόνον ἡ γένεπις. Ἀνδανούστς
δὲ καὶ αὐτῷ τῷ τῶν δλων τεχνίτῃ τῆς ἐν τοῖς γεγο-
νόσιν εὐκοσμίας, σκέψις εἰσήει λοιπὸν ἐτέρα τὸν δʼ
ὅν ἐκεῖνα παρήχθη πρὸς ὕπαρξιν, τελευταῖον εἰσφέ-
ρουσα, φημὶ δὲ τὸν ἄνθρωπον. Ἐδει γὰρ, ἔδει τὸν
τῶν ὅλων Δημιουργὸν ἀγαθὸν ὄντα κατὰ φύσιν, μᾶλ-
λον δὲ αὐτὸ τὸ ἀγαθὸν τοῦθʼ δπερ ἐστὶ, καὶ πρὸς
ἡμῶν γινώσκεσθαι. Ἐδει πλήρη γενέσθαι τὴν γῆν
τῶν εἰδότων δοξολογεῖν, καὶ ἀπὸ καλλονῆς κτισμάτων,
καθὰ γέγραπται, τὴν τοῦ δεδημιουργηκότος καταe-
σκέπτεσθαιδόξαν. Ὡς γὰρὁ πμοφήτης φησὶν Ἡσαῖας,
« Οὐκ εἰς κενὸν ἐποίησας αὐτὴν, » δῆλον δὲ ὅτι τὴν
γῆν, « ἀλλʼ εἰς τὸ κατοικεῖσθαι. » Ἡν οὖν ἀναγ-
καῖον, ζῶον ἐν αὐτῇ πλάττεσθαι λογικὸν, προαναδει-
χθέντων αὐτοῦ τῶν ὅσα ἐστὶ τελοῦντα πρὸς τέρψιν,
καὶ πρός γε εὖ πεποιῆσθαι δοκεῖν. Ταύτῃτοι προανα-
φήνας ἐν κόσμῳ τῷ δέοντι γῆν τε καὶ οὐρανὸν, καὶ
τὰ ἐν αὐτοῖς, ἐπὶ τὴν τοῦ ἀνθρώπου κεχώρηκε κατα-
σκευήν·· οὗ τῆς γενέσεως πρεσβυτέραν ἐποιεῖτο
τὴν σκέψιν· καίτοι τὴν ἄλλην ἅπασαν κτίσιν ἀπο-
σχεδιάζων ῥήματι, καὶ τῷ ἰδίῳ λόγῳ συνιστὰς ὡς
Θεός. Ἐπειδὴ δέ ἐστιν ἄνθρωπος ζῶον ἀληθῶς εὐφυὲς
καὶ θεοειδέστατον· ὡς ἂν μὴ δοκῇ τῆς ἀνωτάτω
δόξης τὸ μίμημα, τῶν ἴσων εἰς ποίησιν τοῖς οὐχ ὦδε
ἔχουσι λαχεῖν, καὶ προβουλίοις ἐτίμα καὶ αὐτουργίᾳ
τὸ τέχνημα. Ἀγαλμα δὲ διαπλάσας ἐκ γῆς, ζῶον
αὐτὸλογικὸν ἀποτελεῖ, καὶ ἴνα τοὺς τῆς ἰδίας φόσεως
ἀνατρέχοι λόγους, ἄφθαρτον, ζωοποιὸν εὐθὺς ἐνεχά-
ραττε πνεῦμα· γέγραπται γάρ· « Καὶ ἐνεφύσησεν εἰς
τὸ πρόσωπον αὐτοῦ πνοὴν ζωῆς, καὶ ἐγένετο ὁ ἄνθρω-
πος εἰς ψυχὴν ζῶσαν. » Εἶτα παραδείσου καὶ τρυφῆς
ἡξίου. καὶ τὸ κατὰ πάντων τῶν ἐπὶ γῆς αὐτῷ προσνε-
νέμηκε κράτος· νηκτοῖς ἐπετίθει καὶ πτηνοῖς ἡγού-
μμενον, καὶ ἀγέλας μὲν ἀγρίων αὐτῷ κατεζεύγνυ θη-
ρῶν, ὑπεστρώννυ δὲ καὶ αὐτὰ τοῖς ἄλλοις ὁμοῦ τῶν
ἰοβόλων τὰ γένκ. Ἐκδεδιέναι δὲ ὅτι προσήκει τὸν ἄν-
θρωπον, φυσικοῖς ἐκέλευσεν ἀναπείθειν νόμοις. ἸἩν
οὖν ἄρα τῆς ἀνωτάτω δόξης τὸ ἐκμαγεῖον, καὶ θεοπρε-
ποῦς ἐξουσίας εἰκὼν ἐπὶ γῆς ὁ ἄνθρωπος. Ἐπειδὴ δὲ
τὸν εἰς τοῦτο ἤκοντα λοιπὸν εὐκλείας καὶ τρυφῆς
διειδέναι δή που πάντως ἐχρῆν, ὅτι Θεὸν ἔχει τὸν
ἐφεστηκότα, βασιλέα τε καὶ κύριον· ἵνα μὴτοῖς ἄγαν
εὐημερίαις ἐτοιμότατα διολισθήσῃ εἰς τὸ οἴεσθαι
τυχὸν ἀπηλλάχθαι καὶ ἐξουσίας καὶ τῆς τοῦ κρα-
τοῦντος ὑπεροχῆς, νόμον εὐθὺς ἐδίδου,καὶ ταῖς παρα-
βάσεσιν ἐποιεῖτο γείτονα τὴν κολάζουσαν ἀπειλήν.
Ἀμαρτίας μὲν γὰρ οὕπω τις ἦν ἐπὶ τῆς γῆς ὁ τρό-
πος, ἐνὸς ὄντος καὶ μόνου. Ἰνα δὲ γένοιτο καὶ ὑπὸ
νόμον, ἐπενοεῖτότις αὐτῷ καὶ φυλακῆςτρόπος· ε Ἀπὸ
γὰρ παντὸς ξύλου, φησὶ, τοῦ ἐν τῷ παραδείσῳ βρώσει
φάγῃ. Ἀπὸ δὲ τοῦ ξύλου τοῦ γινώσκειν καλὸν καὶ
πονηρὸν, οὐ φάγεσθε ἀπʼ αὐτοῦ. Ἡν δʼ ἂν ἡμέραν
φάγητε ἀπʼ αὐτοῦ, θάνατον ἀποθανεῖσθε. » Εἶτα
μιᾶς τοῦ Ἀδὰμ παραιρεθείσης πλευρᾶς, τὸ γύναιον
δὲ πλάττεται, καὶ πρὸς παίδων γονὴν ὑπηρετῆσον
καὶ δὴ καὶ
αὐτῷ, καὶ συμβιοτεῦσον ὡς ὀμογενὲς,
Ἐπειδὴ δὲ
συνδιαιτώμενον ἐν ἀπλότητι διατελε

OCR text from a scan; reading errors may remain.

Save for later

Enter your email and we will send you a sign-in link. No password. What you save (articles, verses, chapters, documents) follows you to any device.