PG 69, col. 24

ὁ ἀποστάτης, καὶ αἱ σὺν αὐτῷ δυνάμεις αἱ πονηραὶ,
καὶ ἦσαν ὀμοῦ τοῖς ἄλλοις ἀγίοις καὶ λογικοῖς κτί-
σμασι, τὰς ἄνω πληροῦντες μονὰς, διαπρέποντες ἐν
δόξῃ, καὶ τῶν καθʼ ἡμᾶς πολὺ δὴ λίαν ἐν ἀμείνοσι,καὶ
ἀσύγκριτον ἔχοττες τὴν ὑπεροχήν. Καὶ γοῦν εἴρηταί
ποο παρὰ Θεοῦ· « Μετὰ τῶν Χερουβὶμ τέθεικά σε. »
Ἀλλʼ ἐρηρεισμένην μὲν ἔχουσι τὴν δόξαν τὰ ἅγια
Χερουβὶμ, καὶ σώζει βεβαίως τὴν σἰκείαν ἀρχήν.
Καὶ χίλιαί τε χιλιάδες λειτουργοῦσι Θεῷ, καὶ μύριαι
μμυριάδες παρειστήκεισαν αὐτῷ. Κατώλισθε δὲ μεθʼ
ἐτέρων ὁ Σατανᾶς, καὶ τῆς οἰκείας δόξης ἐστέρηται.
Ἀρʼ οὖν ἐπειδήπερ ἀπολιπεῖν ἔμελλε τὴν οἰκείαν
ἀρχὴν ἐθελοντὴς διανεύσας ἐπὶ τὸ προσκρούειν Θεῷ·
δκνον είσδέχεσθαι, τὸν ἐππὶ τῇ ποιήσει φημὶ τῶν ἀγίων
ἀγγέλων, τὸν τῶν ὅλων ἐδέησε Δημιουργὸν, καὶ τὴν
οὐτω λαμπρὰν καὶ ἀξιάγαστον ἀποσείσασθαο κτίσιν.
Εἴτα πῶς οὐκ ἂν ἠδικῆσθαι δόξειεν, εἱ μὴ παρήχθη
πρὸς γένεσιν ἡ παρεστῶσά τε εἰς δεῦρο καὶ λειτουρ-
γοῦσα πληθὺς, καὶ Θεῷ τῷ τεκτηναμένῳ τηροῦσα τὸ
γνήσιον, καὶ τὸ εἰς λήθην ἐλθεῖν τῆς ἰδίας ἀρχῆς οὐκ
ἀνεχομένη παθεῖν; Τί γὰρ, εἰπέ μοι, τὸ σφόδρα λυ-
ποῦν, εἰ διημαρτήκασί τινες ἐξ ὑπεροψίας τοῦ εὖ
εἶναι τυχόν; Ἀλλʼοῖγε τούτων ἀμείνους, ἑστᾶσι μετὰ
Θεοῦ, καὶ τῆς ἡμερότητος αὐτοῦ πλουσίως ἀναπιμ-
πλάμενοι, μακραῖς καὶ ἀκαταλήκτοις δοξολογίαις
καταγεραίρουσι. Καὶ περὶ αὐτῶν, οἶμαί που, φησὶν ὁ
μακάριος Δαβίδ· « Μακάριοι πάντες οἱ κατοικοῦντες
ἐν τῷ οἴκῳ σου, εἰς τοὺς αἰῶνας τῶν αἰώνων αἰνέσουσί
σε. » Ἐχοντος δὲ ὦδε τοῦ περὶ τούτων λόγου, φέρ
καθέντες τὴν βάσανον καὶ ἐν τοῖς καθʼ ἡμᾶς αὐτοὺς,
ἐκεῖνο διασκεψώμεθα.
9. Πεποίητο μὲν γὰρ ἐ ἀhνθρωπος ἐν ἀρχαῖς τῶν
ἰδίων θελημάτων τὰς ἡνίας πεπιστευμένος, καὶ τὴν
ἐφʼ ᾧπερ ἂν ἔλοιτο ῥοπὴν ἀνειμένην ἔχιων. Ἐλεύθε-
ρον γὰρ τὸ Θκῖον, πρὸς καὶ μεμόρφωτο. Ὅδε δὲ ἦν,
οἶμαι, καὶ οὐχ ἑτέρως κεκτῆσθαι τὸ ἀμιάγαστον, εἰ
ἐθελοντὴς ὀρῷτο τῆς ἀρετῆς ἐργάτης, καὶ γνώμης
ἔχων καρπὸν, τὸ ἐν ἔργοις εἰλικρινὲς, οὐκ ἀνάγκης
ὥσπερ ἀποτέλεσμα φυσικῆς, οὐκ ἐφιείσης ὅλως ἔξω
φέρεσθαι τοῦ καλοῦ, κἂν εἰ δρᾷν ἕλοιτο τὸ μὴ οὕτως
ἔχον. Οὐκοῦν ἀνῆπτο μὲν ἐν ἀρχαῖς ὁ ἄνθρωπος τὴν
ἐφʼ ἅπασι τοῖς πρακτέοις ἀνειμένην τε καὶ ἄφετον τῆς
διανοίας ῥοπήν· ἀλλὰ τοῖς τοῦ δράκοντος φενακισμοῖς.
ἐφʼ ἃ μὴ προσῆκεν, ἀσυνέτως παρεκομίζετο, καὶ διʼ
οὐδενὸς ἐποιεῖτο λόγου τὴν παράβασιν. Ταύτῃτοι
κατεδικάζετο θανάτῳ καὶ φθορᾷ, προαναθροῦντος,
οἶμαι, Θεοῦ τὸ ὡς ἔν γε τῷ συμβεβηκότι λυσιτελέστε-
ρον. Διανενευκὼς γὰρ ἅπαξ εἰς ἀμαρτίαν ὁ ἄνθρωπος.
καὶ ἀῤῥωστούσης αὐτῷ τῆς φύσεως τὴν εἰς τὰ φαῦλα
ῥοπὴν, ἐν ἴσῳ που τάχα τοῖς ἀκαθάρτοις πνεύμασι,
διηνεκὲς ἐπὶ γῆς κατεφωρᾶτο κακόν. Ἐπενοεῖτο τοί-
νυν χρησίμως ὁ τῆς σαρκὸς θάνατος, οὐκ εἰς ὅλεθρον
ὁλοτελῆ παραπέμπων τὸ ζῶον· εἰς καινουργίαν δὲ
μᾶλλον, καὶ, ἵνʼ οὕτως εἰπωμεν, εἰς ἀνασκευὴν οἶά τι
σκεῦος συντεθλασμένον κατὰ καιροὺς ἐφυλάττετο.δ

OCR text from a scan; reading errors may remain.

Save for later

Enter your email and we will send you a sign-in link. No password. What you save (articles, verses, chapters, documents) follows you to any device.