PG 69, col. 25

Ὁτι μὲν γὰρ συμβήσεται μεταδὺ τῷ ζώῳ τὸ παθεῖν
τὴν φθορὰν, οὐκ ἠγνόηκεν ὁ Δημιουργὸς, ἀλλʼ ἠπt-
στατο, μετὰ τούτου καὶ τῶν ἀτόπων τὴν λύσιν, καὶ
τῆς φθορᾶς τὴν ἀναίρεσιν, καὶ εἰς τὸ ἄμεινον ἀνακο-
μιδὴν, καὶ τῶν ἐν ἀρχαῖς ἀγαθῶν τὴν ἀνάληψιν. Ἡδει
γὰρ ὅτι πέμψει κατὰ καιροὺς τὸν ἴδιον Τἱὸν ἐν ἀν-
θρωπείᾳ μορφῇ τεθνηξόμενον ὑπὲρ ἡμῶν, καὶ τοῦ
θανάτου καταλύσοντα κράτος, ἴνα καὶ νεκρῶν καὶ
ζώντων κυριεύσῃ. Τί γάρ; εἰ μὴ πάντες πεπιστεύ-
κασιν, ἀλλʼ ἤγε τῶν σεσωσμένων πληθὺς ἀριθμῶν
κρείττων ὑπάρχουσα, τῆς ἐκείνων ἀπωλείας οἰονεὶ
κατορχήσεται· καὶ τὸ λυποῦν ἐπʼ ἐκείνοις, ἕωλον
ἀποφανεῖ, μονονουχὶ λέγουσα· Τοιγαροῦν « ἔδονται
τῆς ἑαυτῶν ὁδοῦ τοὺς καρπούς. » Διασώζεσθαι γὰρ
ἐξὸν, εἰ βεβούλοιντο, καὶ διαδρᾶναι μὲν τῶν μεταξὺ
παρεισδεδυκότων τὰ βλάβη, τὸν λυτρωτὸν οὐ προσ-
ίενται, τουτέστι, Χριστόν. Ἀρα γὰρ εἴ τις, εἰπέ
μοι, τὰ εἰς γηπονίαν τεχνίτης, τοῖς τῶν δένδρων εὐ-
φυεστέροις τὸν ἴδιον ἐνεπίμπλη κῆπον εἶτα μὴ πάντα
διαφυγεῖν τὰ ἐκ διαφόρων αἰτιῶν συμβέβηκε βλάβη·
οὐκ ἂν οἴοιτό τις μὴ ὀρθῶς ἐλέσθαι πονεῖν τὸν γηπο-
νεῖν ῇρημένον; Ἀλλʼ οὐκ ἂν, οἶμαι, τὶς καταμωμή-
σαιτο. Πολλοῦ γε καὶ δεῖ· ὁ μὲν γὰρ τὴν δέουσαν τῶν
πεφυτευμένων ἐποιεῖτο φροντίδα, τὰ δὲ ἠῤῥώστησε
τὸ παθεῖν. ρʼ οὖν ἐροῦμεν ὡς ἦν ἄμεινον τὸ μηδόλως
χρῆναί τινας ἱέναι ἐπὶ τὸ γηπονεῖν· μήτε μὴν τοῖς
εὐγενεστάτοις ἐντεθηλέναι φυτοῖς τὸν παράδεισον,
ἐᾷν δὲ μᾶλλον ἀνελεῖν εἰς ἅπαν τῆς φυτουργίας τοὺς
τ ὀπους, ἵνα μὴ ἀδικοῖντο τῶν πεφυτευμένων τινά;
Καὶ πῶς οὖν οὐκ ἀπόπληκτον κομιδῇ τὸ ὀρθῶς ἔχειν
οἶεαθαι ταυτί;
ε. Οὐκ οὖν οὐκ ἐν δίκῃ γραψόμεθα τὸν Δημιουργὸν
παρενεγκόντα πρὸς ὕπαρξιιν, ἐαυτοὺς δὲ μᾶλλον αἰ-
τιασόμεθα τὴα ἐθελούσιον παθόντες βλάβην, εἰ νοῦ
καὶ φρενός ἐσμεν ἐν καλῷ. Ὁτι γὰρ παρακομίζων
εὐθὺς εἰς τὸ εἶναι τὸν ἄνθρωπον, ἐνενόει μὲν ὅτι πε-
σεῖται εἰς τὴν φθοράν· οὐκ ἠγνόει δὲ καὶ τοὺς τῆς
θεραπείας τρόπους, ἀναπείθει σαφῶς ὁ θεσπέσιος
Παῦλος,τῆς διὰ Χριστοῦ σωτηρίας τὴν ὡς ἐν προγνώ-
σει πνεύματος ἀρχαιότητα μαρτυρῶν. Ἐπιστέλλει
γὰρ οὕτως Τιμοθέῳ τῷ οἰκείῳ μαθητῇ· « Μὴ οὖν
ἐπαισχονθῇς τὸ μαρτύριον τοῦ Κυρίου ἡμῶν, μηδὲ
ἐμὲ τὸν δέσμιον αὐτοῦ· ἀλλὰ συγκακοπάθησον τῷ
Εὐαγγελίῳ κατὰ δύναμιν Θεοῦ τοῦ σώσαντος ἡμᾶς,
καὶ καλέσαντος κλήσει ἀγίᾳ, οὐ κατὰ τὰ ἔργα ἡμῶν,
ἀλλὰ κατὰ ἰδίαν πρόθεσιν καὶ χάριν τὴν δοθεῖσαν ἡμῖν
ἐν Χριστῷ Ἰησοῦ πρὸ χρόνων αἰωνίων, φανερωθεῖσαν
δὲ ἐπʼ ἐσχάτων τῶν χρόνων διὰ τῆς ἐπιφανείας τοῦ
Σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ. » Ἐτέροις δὲ αὖ
« Οδαμεν, ὅτι τοῖς ἀγαπῶσι τὸν Θεὸν πάντα συνεργεῖ
εἰς ἀγαθὸν, τοῖς κατὰ πρόθεσιν κλητοῖς οὗσιν. Ὁτι
οὕς προέγνω, καὶ προώρισε συμμόρφους τῆς εἰκόνος
τοῦ Υἱοῦ αὐτοῦ, εἰς τὸ εἶναι αὐτὸν πρωτότοκον ἐν
πολλοῖς ἀδελφοῖς. Οὐς δὲ προώρισε, τούτους καὶ
ἐκάλεσε· καὶ οὗς ἐκάλεσε, τούτους καὶ ἐδικαίωσεν.
Οὐς δὲ ἐδικαίωσε, τούτους καὶ ἐδόξασεν. » Ἀκούεις
pγοv. , 31. s I Τi. I, 810.

OCR text from a scan; reading errors may remain.

Save for later

Enter your email and we will send you a sign-in link. No password. What you save (articles, verses, chapters, documents) follows you to any device.