PG 69, col. 36

μενικὴν, προῖὼν, 6 χρόνος τῷ Κάῖν μὲν δασὺ κομῶν-
τας τοὺς κήπους καὶ καρποῖς ὡραίοις ἐπίθει διαὸρι-
θεῖς’ τῷ δέ ’Ἅϐελ προήκουσαν είς πληθὺν ὡς
πλείστην ὅσην ἀπετέλει τά συναγηγερμένα. Εἶτα
νόμος 6 ἐν ἡμῖν τῆς ἐμφύτου θεογνωσίας, ἐκάλει
τοὺς ἄνδρας πρὸς τὸ δεῖν ἀνάπτειν τά χαριστήρια
τῷ πάντων Δημιουργῷ, καὶ παντὸς ἡμῖν ἀγαθοῦ
δοτῆρι Θεῷ. Et γάρ ἐστι κατεφθαρμένος καὶ ούκ
ἀληθὴς ὁρᾶται τυχὸν ἐν τοῖς εἰδώλων προσκυνηταῖς
5 τοῦ διειδέναι σκοπὸς τίς 6 τῶν ὅλων ἐστὶ ποιητὴς. ἀλλ’
ιῦν ἔμφυτός τε καὶ ἀναγκαῖος διανύττει νόμος, καὶ αὑ·
τοκέλευστος ἐγείρει γνῶσις, εἵς γε τὸ χρῆναι νοεῖν τὸ
5περτεροῦν, καὶ ἄμεινον ἀσυγκρίτως ἢ καθ’ήμᾶς,τουτ-
έστι Θεόν. Ἀγει δὴ οὖν 6 μὲν ίερός τε καὶ πάνσοφος
Ἀϐελ τὰ τῆς ἀγέλης ἀπόλεκτα, καὶ ἀριστίνδην ἐγκε-
κριμένα· ι Ἤνεγκε γὰρ, ι φησὶν, ι ἀπὸ τῶν πρω-
τοτόκωῖδ τῶν ἀμνῶν, καὶ ἀπὸ τῶν στεάτων αὐτῶν, ι
τουτέστι τά προύχοντα καὶ ἐξαίρετα. Καὶ τὸν τῆς
ἱερουργίας οὐκ ἀγνοήσας τρόπον, παρετίθει τὰ
στέατα. Κάῖν δέ οὐχ οὕτως, πολὺ δὲ λίαν ἀτημελῶς·
τὰ μὲν γὰρ ὅτι μάλιστα τῶν ὼρίμων ἐκπρεπῆ, ταῖς
ίδίαις ἐχαρίζετο τρυφαῖς, ἐλύπει δέ τοῖς δευτέροις
τὸν ἐπὶ πάντων Θεόν. Οὐκοῦν ἐπὶ μέν τοῖς τοῦ
’Λσελ δώροις πῦρ καθιέν οὐρανόθεν, δαπανᾶσθαι
παρεσκεύασε τά ἱερώματαο ι Ἐπὶ δὲ Κάῖν καὶ ἐπὶ
ταῖς θυσίαις αὑτοῦ , ού προσέσχε ,ι φησίν. Οὐ γὰρ τὸ
σύνηθες ἐπηφίει πῦρ τοῖς προσενηνεγμένοις. Ἐν-
τεῦθεν ό Κάῖν ἀνιᾶται σφόδρα, καὶ ἀλύει δεινῶς.
Διδασκόμενος δέ τῆς ἀποστροφῆς τὴν αίτίαν, καὶ
ψῆφον ἑλόντος τὴν ἀμείνω τοῦ Ἅϐελ, οὐκ ἐτράπετο
μᾶλλον πρὸς ἐπανόρθωσιν τῶν διεπταισμένωνο εἰς
ὀργὰς δὲ ἀκαίρους ἁποταυρούμενος πρῶτος ἐν ἀν-
θρώποις τὸν ἀτίθασσον ὼδίνει φθόνον· μονονουχὶ δέ
τῆς ἀποστροφῆς ἀμυνόμενος τδν τῶν ὅλων Θεὸν,
δόλῳ μέτεισι τὸν τεθαυμασμένον. Καὶ νόμον ἐπάτει
φιλοστοργίας, διαὸολικῆς μὲν φαυλότητος καὶ ἀν-
οσίων σκεμμάτων , ἐκμεμεστωμένον ἔχων τὸν νοῦν⁶
πλαττόμενος δὲ τδ χρηστὸν εἰς λόγους· ι Διέλθωμεν
γὰρ, φησὶν , είς τὸ πεδίον. ι ’Λκούεις ὅπως ἐκάλει
μὲν ἐπ’ ἀγροὺς ὡς ἐπόπτης ἔσοιτο τῆς ἐπιεικείας
αὑτοῦ, καὶ τῆς τῶν ἀνθέων πολυειδοῦς ἀπολαύσοι
θέας; Ἀνοσιεύεται δὲ, καὶ πρωτόλειον ὥσπερ τι
’ καὶ ἀπαρχὴν τῷ Θανάτῳ δίδωσι τὸν ὁμαίμονα, καὶ
τῆς εἰς μιαιφονίαν ὁδοῦ τῇ ἀνθρώπου φύσει διδά-
σκαλος ἦν. Διαπυνθανομένου δὲ τοῦ Θεοῦ καὶ λέγον-
τος, ι Ποῦ ’Λεελ 6 ἀδελφός σου; ι ψευδοεπεῖ μὲν 6
δείλαιος , καὶ ὑπαντιάζει σκληρῶς τὸ, ι Ούκ οἶδα, ι
λέγων. Ἐπειδὴ δὲ φονευτὴς ἠλέγχετο, καὶ ὑπενή-
νεκται ταῖς ἀραῖς, ᾠήθη δὲ πάλιν ὅτι τεθνήξεται καὶ
αὐτὸς, καὶ εἰ μὴ βούλοιτο Θεὸς, καὶ λύσις ἔσται τὸ
χρῆμα αὐτῷ τῆς ἐκ Θεοῦ ὀργῆς. Ἔφασκε γάρ· ι Εί .
ἐκϐάλῃς με σήμερον ἀπὸ προσώπου τῆς γῆς, καὶ
ἀπὸ τοῦ προσώπου σου κρυϐήσομαι, καὶ ἔσομαι στέ-
νων καὶ τρέμων ἐπὶ τῆς γῆς, καὶ ἐσται, πᾶς ό εὑ-
ρίσκων με ἀποκτενεῖ με, ι Ἀλλ’ ὅτι πάντη τε καὶ

OCR text from a scan; reading errors may remain.

Save for later

Enter your email and we will send you a sign-in link. No password. What you save (articles, verses, chapters, documents) follows you to any device.