PG 69, col. 37

δικούμενα παραλύσει. ι Τὺ δὲ ὲπτά τίθησιν ἀντὶ
τοῦ πολλὰ, ὅμοιον οὖν ὡς εί λέγει, πολλῶνκαλ⁵ ἀνοσίων
πλημμελημάτων χαριεῖται δίκην τῷ ἀδελφοκτόνῳ
Κάῖν, 6 τῆς ὲνσωμάτου ζωῆς ἀνιεὶς αὐτόν. Et δὲ δή
τις ἕλοιτο καὶ ἑπτά τὸν ἀριθμὸν εῖναι λέγειν τά ὲκ-
δικούμενα, χαλεπὸν οὐδὲν ἀναμετροῦντα εἰπεῖν, δτι
πρώτη μὲν ἁμαρτία τῷ Κάῖν, τὸ μὴ διελεῖν ὀρθῶς,
μήτε μὴν ἀναθῆναι Θεῴ τά πάντων ἐξαίρετα. Δεῦ-
τερον δὲ δὴ τὸ μαθόντα τὴν ἁμαρτίαν μὴ τραπέσθαι
πρὸς μετάγνωσιν , καὶ ταῖς είς τὸ ἄμεινον ἀναδρο-
μαῖς ἐπανορθοῦν τά διεπταισμένα , καταθήγεσθαι δὲ
πρὸς ὸργάς, καὶ ταῖς τοῦ πέλας εὐδοκιμήσεων
ὲποτρύνεσθαι· ὃν ἔδει που πάντως ἑλέσθαι ζηλοῦν,
οὐκ ἐχθρὸν ἡγεῖσθαι , καὶ ἀδίκοις ὄμμασιν ὑποϐλέ-
πεσθαι. Τρίτη δὲ καὶ. προεισεολή τις ὥσπερ τῆς είς
τὸ χρῆναι φονᾷν ἀγριότητος, 6 ἀνήμερος φθόνος.
Τετάρτη δ’ αὐτὸ, ι Διέλθωμεν εἰς τὸ πεδίον, ι δόλου
καὶ ἀπάτης ἀπόδειξιν ἔχον. Πέμπτη δὲ τῆς ἀνοσίου
μιαιφονίας τά ἐγκλήματα. Καταλογισθείη δ’ ἂν είς
ἕκτον αὐτῷ πλημμέλημα, τὸ ψευδοεπῆσαι τὸν Θεὸν.
Είς ἕϐδομον δὲ, τὸ ἄκοντος τοῦ Θεοῦ, νομίζειν δύνα-
σθαι διαδρᾶναι τὰς δίκας, τῆς ὲν σώματι ζωῆς οὐκ netur?
ἀνεθελήτως ἀπηλλαγμένον. ι Ἀλλά δέδωκε, φησὶν, 6 Θεὸς σημεῖον τῷ Κάῖν τοῦ μὴ ἀποκτεῖναι αὐτὸν
πάντα τὸν εὑρίσκοντα αὐτόν. Ἐξῆλθε δὲ Κὰῖν ἀπὸ προσώπου τοῦ Θεοῦ. › ’Υπέκειτο δὲ παραχρῆμα
ταῖς ἀραῖς, καὶ 6 τῆς ἀποστροφῆς ἠκολούθει τρόπος. Τὸν γάρ τοι πρὸς λῆξιν τοῦ παντὸς ήδη διελάσαντα
κακοῦ ἑποπτεύσειεν ἂν πῶς ή πάναγνος καὶ ἁγιωτάτη (ptime;
γ’. Καὶ ταυτὶ μὲν ήμῖν ὡς ἐν πάχει πραγμάτων
καὶ ίπορικῶς εἰρήσθω τέως. Μεταχρωννύντες δὲ
ὥσπερ τῆς είκόνος τὴν γραφὴν, καὶ τὴν ἐν τῷ γράμ-
ματι σκιὰν μεταχαράττοντες είς ἀλήθειαν, φέρε δὴ,
φέρε , καὶ λίαν ἰσχνῶς ’ἐκαστα βασανίζοντες , ἐκεῖνο
λέγωμεν , ὅτι τὸ Χριστοῦ μυστήριον καταθρήσαι τις
ἂν προανατυπούμενον ὲν ἀρχαῖς ὡς ὲν σκιᾷ τῷ συμ-
ϐεϐηκότι. Ἔδει γὰρ, ἔδει τῆς ἀνθρώπου φύσεως δια-
τεθείσης είς ἁμαρτίαν, καὶ τοῖς τοῦ θανάτου βρόχοις
ἀδοκήτως ὲνειλημμένης , τὸ τῆς εἰς τὸ ἄμεινον ἀνα-
κομιδῆς προαναφωνεῖσθαι μυστήριον, καὶ τὸν δι’
ἡμᾶς καὶ ὑπὲρ ἡμῶν τεθνηξόμενον κατὰ καιροὺς
μὴ ἀγνοηθῆναι Χριστόν. Πεποίηται τοίνυν 6 προπά-
τωρ Ἀδάμ κατά γε τὴν πίστιν τῶν ἱερῶν Γραμμά-
των , κατ’ είκόνα καὶ καθ’ ὁμοίωσιν Θεοῦ. Γεγέννην-
ται δὲ καὶ προῆλθον ἀπ’ αὐτοῦ, πρῶτος μὲν 6 Κάῖν,
δεύτερος δὲ μετ’ ἐκεῖνον 6 Ἀϐελ. Ἀλλὰ τῷ μὲν Κάῖν
τὸ ἐξ Ἰσραὴλ πρόσωπον περιθήσομεν. Ἐπεί τοι καὶ
αὐτὸς 6 Χριστὸς ἰσοτρόπους ὄντας τῷ Κὰῖν τοὺς τῶν
Ἰουδαίων δήμους, αὑτὸν προσημαίνειν ἠξίου. Αὐτὸς
γὰρ ἔφασκεν· ι Ἐἀν ὑμεῖς μένητε ἐν τῷ λόγῳ τῷ
δμῷ, ἀληθῶς μαθηταί μου ἔσεσθε, καὶ γνώσεσθε
τὴν ἀλήθειαν, καὶ ἡ ἀλήθεια ἐλευθερώσει ὑμᾶς. ι
Ol δὲ τῆς πατρικῆς ἐλευθερίας οὐ συνιέντες τὸ κάλο
λος, σαρκικοῖς αὐχήμασιν ὲναγλαῒζεσθαι δεῖν ὲπ-
εχείρουν, λέγοντες· ι Σπέρμα Ἀϐραάμ ἐσμεν, καὶ
οὐδενὶ δεδουλεύκαμεν πώποτε. Πῶς σὺ λέγεις, ὅτι
" Joan. vm, 51, 52. ³³ ibid. 35.
⁸³ ibid.

OCR text from a scan; reading errors may remain.

Save for later

Enter your email and we will send you a sign-in link. No password. What you save (articles, verses, chapters, documents) follows you to any device.