PG 72, col. 496

lA'. Εύαφόρμως σφόδρα τῆς ἐν Χριστῷ πολιτείας,
ὡς ὲν προαγορεύσει τέως προαναφαίνει τὸ κάλλος·
ὼς γάρ τῆς ἐν νόμῳ σκιᾶς ὅσον οὐδέπω πεπαυσομέ-
νης, καὶ τῆς ἀρχαίας ἐκείνης ἱερωσύνης, μελλόντων
τε ἁναδείκνυσθαι κατᾶ καιροὺς τῶν τῆς ἀληθείας
ίερουργῶν, οἳ καὶ τῆς ὲν πνεύματι λατρείας ἔσονται
λειτουργοὶ, ζητήσουσί τε καὶ μάλα γοργῶς τὴν τοῦ
Θεοῦ δόξαν. Συγκλεισθὴσεσθαι δὲ θύρας φησὶν ἐπ’
αὐτοὺς, ἢ εὐωδίας οὐκ ἐσομένης τοῖς κατά νόμον ἱε-
ρατεύουσιν ο ι Ἐὰν γάρ κλείσῃ κατὰ ἀνθρώπου, cpt-
σὶν, τίς ἀνοίξει; ι ἦγουν τῆς ἀληθεστέρας ἀναδει-
χθείσης σκηνῆς, τουτέστι τῆς Ἐκκλησίας, οὐκ εἱσι
ελάσουσιν ἐν αὐτῇ τινες τὴν κατά νόμον ἱερωσύνην
πληροῦντες ἔτι. Ἐκκλειόμενοι δὲ ὥσπερ δι’ ἀπιστίας,
ἔξω τε μενοῦσι, καὶ τῶν ἁγίων οὐχ ἂψονται.”υτι γάρ
ὲκπεπτώκασι τῆς ἱερουργίας, σαφὲς ἂν γένοιτο τοῦ
Θεοῦ λέγοντος διά φωνῆς Ὠσηέ· ι Διότι ἡμέρας πολε
λάς καθίσονται οὶ υἱοὶ Ἰσραὴλ, οὐκ δντος βασιλέως,
οὐδὲ ἄρχοντος, οὐκ οὔσης θυσίας, οὔτε ίερατείας,
οὔτε δήλων. ι Οὐκοῦν τῆς ὲν νόμῳ λατρείας τὴν
οἱονεὶ⁸ κατάληξιν, καὶ τῆς κατ’ αὑτὸν ἱερωσύνης τὶν
συγκλεισμὸν, κατασημήνειεν ἂν, ὦς γέ μοι δοκεῖ, τὺ
δεῖν ἐπ’ αὐτοῖς κλεισθήσεσθαι θύρας εἰπεῖν, οὐ προσ-
ιεμένης αὐτοὺς τῆς Ἐκκλησίας ο οὐ γάρ μηλοσςα-
γεῖν ἔτι καιρὸς, ἀλλ’ ἤδη ταῖς ἀναιμάκτοις τιμᾶται
θυσίαις δ τῶν ὅλων Θεός. Ἐπειδὴ δὲ προσεπάγει
τούτοις τὸ, ι Οὐκ ἀνάψετε τὸ θυσιαστήριόν μου
δωρεὰν, ι ἑν seu φαμὲν γεγενῆσθαι τὸν λόγον. Βού-
λεται γὰρ ἤδη δηλοῦν, ὅτι κέκληνται πρὸς ἱερουργίαν
καὶ είς τὸ πῦρ ἐνιέναι τῷ θυσιαστηρίῳ, οὐχ ἵνα τὴν
τοῦ κεκληκότος αὐτοὺς παραλύσωσι δόξαν, ἀλλ’ ἵνα
τιμῶντες τοῖς καθήκουσι τρόποις καὶ τά τῆς ἱερωσύ-
νης ἔχοιεν γέρα. υἱ δὲ δὴ τῶν οὕτω σεπτῶν οὐ πεφρον·
τικότες σπουδασμάτων, μήτε μὴν αἰδοῖ τῆς ἱερουργίας
προσκρούειν Θεῷ παραιτούμενοι, δικαίως ἂν ήδη
κολάζοιντο. Ἕγκλημα γάρ οὐ μικρὸν εἴη ἂν, καὶ
μάλα εἰκότως, τὸ ποιεῖσθαι παρ’ οὐδὲν τῶν παρά
Θεοῦ δεδωρημένων τὴν μέθεξιν, ἀποσείεσθαί τε καὶ
λίαν ἀϐούλως τὰς παρ’ αὐτοῦ τιμάς. Καὶ γοῦν ὠνό-
μασταί τε γήϊνος τε καὶ βέϐηλος ό ῚΙσαῦ, ὅτι
βρώσεως μιᾶς ἀπέδοτο τὰ πρωτοτόκια ἑαυτοῦ.
Ούκοῦν ὅταν λέγει, ι Οὐκ ἁνάῲετε τὸ θυσιαστήριὸν
μου δωρεάν, ι βούλεται δηλοῦν, ὼς οὐκ ἀγέραστον
μὲν ἡ ἱερωσύνη · πλὴν οὐδὲ ἔξω δίκης, εἰ μὴ προσ-
φέροιτό τις αὐτῇ, καθ’ ὃν ἂν προσήκοι τρόπον τε καὶ
λόγον. Ἶστέον δὲ ὅτι ἡ τῶν Ἐϐραίων ἔκδοσις ἑτέραν
ἔχει τὴν τῶν νοημάτων ἀπόδοσιν, καὶ αὐτὴν δὲτὴν
τῆς λέξεως συνθήκην.“⁹Ειρη γὰρ, ὅτι Ὑμεῖς τε οἱ
Λευῖται, καὶ¹ μὴν καὶ⁵ οἱ ἱερεῖς, οἱ τὴν ἐσχάτην ἐν τῷ
ναῷ τάξιν ἔχοντες, τεταγμένοι τε πρὸς ὑμῶν εἰς τὸ
κλείειν τὰς θύρας, οὐκ ἀνάψετε τὸ θυσιαστήριὸν μου
⁷⁸ llebr. xu, 16.

OCR text from a scan; reading errors may remain.

Save for later

Enter your email and we will send you a sign-in link. No password. What you save (articles, verses, chapters, documents) follows you to any device.