PG 76, col. 1089

τοῦ εἶναι πατήρ· καὶ ὅπερ ἂν τὸν Υἱὸν εἶναι ὑπολά-
βῃς, τοῦτο ἐστὶ καὶ τὸ Πνεῦμα, δίχα τοῦ εἶναι υἱός.
φέστηκε γὰρ τῶν ὡνομασμένων ἕκαστον ἰδιοσυστά-
τως, καὶἔστιν ἀληθῶςὅπερεἶναι λέγεται. ʼἩ δὲ εἰς πᾶν
ὁτιοῦν ὁμοίωσις τῆς ἀγίας Τριάδος ἀπαραλλάκτως
ἔχει. Οὐκοῦν κἂν εἰγέγονε κατʼ εἰκόνα τοῦ Υἱοῦ ὁ ἄν-
θρωπος, καὶ οὕτως ἐστὶ κατʼ εἰκόνα Θεοῦ. Ὁλης γὰρ
αὐτῷ τῆς ἀγίας Τριάδος οἱ χαρακτῆρες ἐλλάμπουσι,
ἅτε δὴ καὶ μιᾶς οὕσης τῆς κατὰφύσιν θεότητος τῆς ἐν
Πατρὶ καὶ Υἱῷ καὶ ἀγίῳ Πνεύματι. ράφει οὖν Μωσῆς
ὁ θεόληπτος· « Καὶ εἶπεν ὁ Θεός· Ποιήσωμεν ἄν-
θρωπον κατʼ εἰκόνα ἡμετέραν, καὶ καθʼ ὀμοίωσιν. s
Τὸ δὲ, ἡμετέραν, οὐχ ἐνὸς προσώπου δήλωσιν ἔχει,
διά τοι τὸ ἐν τρισὶν ὑποστάσεσιν εἶναι τὸ τῆς θείας
καὶ ἀῤῥήτου φύσεως πλήρωμα. Περιττὸν οὖν ἄρα
περιεργάζεσθαι καὶ ἰσχνοεπεῖν καὶ λέγειν, ὅτι οὐ τοῦ
Θεοῦ μᾶλλον ἐσμὲν εἰκόνες, οὐδὲ τοῦ ἀρχετύπου,
ἀλλὰ τῆς τοῦ Θεοῦ εἰκόνος. Ἀρκεῖ δὲ τὸ μετὰ ἀπλό-
τητος πιστεύειν, ὅτι κατὰ θείαν εἴκόνα γεγόναμεν,
τὴν πρὸς τὸν Θεὸν λαβόντες φυσικῶς μόρφωσιν. Εt
δὲ χρή τι καὶ οὐκ ἀπιθάνως εἰπεῖν, ἀναγκαῖον ἦν
μέλλοντας υἱοὺς ὀνομάζεσθαι Θεοῦ ἡμᾶς, κατʼ εἰκόνα
τοῦ Υἱοῦ μᾶλλον γενέσθαιι,ἵνα καὶ ὁ τῆς υἰότητος ἡμῖν
ἐμπρέπῃ χαρακτήρ.
EESΑA. 3.
Πρὰς τοὺς λέγοντας, ὅτι ἐν τῇ μελλούσῃ κατα-
στάσει τὸ λογιικόν ἔχουσα ψυχὴ, καὶ διὰ τοῦτο
γνώσεως οὐκ ἀμοροθσα, προκόπτει· καὶ ὅτι εἰ
προκοπὴν ἐξει, πάντως ὅτι καὶ μείωαιν καὶ
πάθος, καὶ φθοράν· ἐκ τούτου, καὶ θάνατον,
καὶ αὐβς ἀναβίωαιν.
Οἱ τοιαῦτα διενθυμούμενοι, ἀγνοεῖν ἐοίκασι τὴν
δοθησομένην χάριν τῇ τοῦ ἀνθρώπου φύσει μετὰ τὴν
ἐκ νεκρῶν ἀναβίωσιν. Εἰ γὰρ δεῖ τὸ φθαρτὸν τοῦτο
τὴν ἀφθαρσίαν ἐνδύσασθαι, καὶ τὴν φθορὰν ἀποδύ.
σασθαι, συναποβαλοῦμεν δηλονότι τῇ φθορᾷ καὶ τὰ
ἐξ αὐτῆς πάθη (ταῦτα δέ ἐστι ἐπιθυμία πᾶσα σαρ-
κικὴ), καὶ λοιπὸν εἰς ἀγίαν καὶ πνευματικὴν ζωὴν
μεταστησόμεθα, νέμοντος ἡμῖν τὸ ἀραρὸς ἐν τούτοις
τοῦ πάντων ἡμῶν Σωτῆρος Χριστοῦ. Εἰ γὰρ νῦν τὸν
ἀῤῥαβῶνα τοῦ Πνεύματος ἔχοντες ἀγίως πολιιτευό-
μεθα, τίνες ἐσόμεθα λαβόντες τὸ πλῆρες; Ὅπου δὲ
πλήρωσις Πνεύματος, ἐκεῖ που πάντως καὶ ἀσφάλεια
νοῦ, καὶ καρδίας ἐδραιότης, τῆς ὀρώσης εἰς τὸ ἀγα-
θὸν καὶ εἰς ἀκραιφνῆ θεοπτίαν. Οὐκοῦν ἐσόμεθα μὲν
ἀμείνους ἐαυτῶν, τὴν φθορὰν ἀποδυσάμενοι, καὶ τὸ
σώμα πνευματικὸν ἔχοντες, τουτέστι, εἰς μόνα τὰ
τοῦ πνεύματος βλέποντες· κλόνος δὲ ὁ καταβιβάζων
ἡμᾶς εἰςφαυλότητα τὸ τηνικάδεἔσται οὐδεὶς,συνέχον-
τος ἡμᾶς εἰς τὸ ἐαυτοῦ [θέλημα[τοῦ Δημιουργοῦ διὰ
τοῦ ἀγίου Πνεύματος, καθάπερ ἀμέλει καὶ τοὺς ἀγίους
ἀγγέλους. Τοιοῦτόν τι Χριστὸς ἀπεφήνατο εἰπών
« Ἐν τῇ ἀναστάσει οὕτε γαμοῦσι, οὕτε γαμίζονται,
ἀλλʼ ὡς ἄγγελοι Θεοῦ εἰσιν ἐν τῷ οὐρανῷ.»
s Cen.», 2. s tCor. Xν, 31. Marc. X, 2ὐ.

OCR text from a scan; reading errors may remain.

Save for later

Enter your email and we will send you a sign-in link. No password. What you save (articles, verses, chapters, documents) follows you to any device.