PG 82, col. 1283

τῇ νόσῳ πολεμοῦντες, καὶ τοῖς κάμνουσιν ἐπαμύνον-
τες · οὕτως καὶ ἡ τῆς τοιᾶσδε συγγραφῆς φιλοπονία,
οἷόν τι φάρμακον ἀλεξίκακον γίνεται, λήθης ἐπί-
ϐουλον, καὶ μνήμης ἐπίκουρον. Πῶς γὰρ ἂν οὐκ
ἄτοπον, ποιητὰς μέν καὶ συγγραφέας τὰς ἐν πολέ-
μοις ἀνδραγαθίας συγγράψαι, τραγῳδοποιοὺς δὲ τὰς
καλῶς κεκρυμμένας συμφορὰς προφανῶς τραγῳδῆ-
σαι,κα“ι τούτων τὴν μνήμην ἀνάγραπτον καταλιπεῖν·
ἄλλους δέ τινας είς κωμῳδίαν καὶ γέλωτα κατ-
αναλῶσαι τοὺς λόγους· ἡμᾶς δέ περιιδεῖν λήθῃ παρα-
διδομένους ἄνδρας ὲν σώματι θνητῷ τε καὶ παθητῷ
ἀπάθειαν ἐπιδεδειγμένους, καὶ τὴν ἀσώματον φύσιν Β
ἐζηλωκότας Ποίαν δὲ οὐκ ἂν δικαίως τίσαιμεν δί-
κην τῶν ὰξιαγάστων τούτων ἀγώνων περιορῶντες
ἀμαυρουμένην τὴν μνήμην; εί γὰρ αὐτοὶ τῶν πάλαι
γεγενημένων ἁγίων τὴν ἄκραν φιλοσοφίαν ζηλώσαν-
τες, οὐ χαλκῷ καὶ γράμμασι τὴν ἐκείνων ἐνεκόλα-
dav μνήμην, ἀλλὰ πᾶσαν αὐτῶν τὴν ἀρετὴν ἐκμα-
Εάμενοι, οἷόν τινας εἰκόνας αὐτῶν ἐμψύχους καὶ στή-
λας σφᾶς αὐτοὺς πεποιήκασι, ποίας ἂν ἡμεῖς τύχοιμεν
εἰκότως συγγνώμης, μηδὲ γράμμασι τὸν ἀοίδιμον
τούτων γεραίροντες βίον; Καὶ ταῦτα τῶν ἐν Ὀλυμ·-
πίασιν ἀγωνιζομένων ἀθλητῶν τε καὶ παγκρατιαστῶν
εἰκόσι τιμωμένων, καὶ μέντοι κᾶν ταῖς ἱπποδρομίαις
τῶν νικηφόρων ἀναφαινομένων ἡνιόχων τοῦτο αὐτὸ
δεχομένων τὸ γέρας. Οὐ μόνον δέ τούτους· ἀλλὰ καὶ
συγγενεῖς ἄνδρας, καὶ θηλυδρίας, καὶ ἀμφιϐόλους
εἴτε ἄνδρες εἷεν εἴτε γυναῖκες, οἱ τῆς τούτων θεω-
ρίας φιλοθεάμονες ταῖς σανίσιν ἐγγράφουσιν, ἐπὶ
πλεῖστον αὐτῶν τὴν μνήμην διαρκέσαι φιλονεικοῦν-
τες. Καίτοι τῆς μνήμης λώὸην ταῖς ψυχαῖς οὐκ ὄνη-
σιν ἐμποιούσης· ἄλλ’ ὅμως οἱ μὲν τούτων ἐρῶντες
τούτους, οἱ δὲ ἐκείνων ἐκείνους, καὶ ταῦτα λυμαί-
νοντας, τῇ ζωγραφίᾳ γεραίρουσι. Καὶ ἐπειδὴ θνητὴν
οὖσαν ὸ θάνατος τὴν φύσιν λητζεται, χρώματα κεραν-
νύντες, καὶ τὰ ἐκείνων ταῖς σανίσιν ὲντιθέντες ἱν-
δάλματα, πολλῷ τῆς ζωῆς μακροτέραν γενέσθαι τὴν
μνήμην σοφίζονται. Ἡμεῖς δὲ βίον μὲν συγ-γράφομεν
φιλοσοφίας διδάσκαλον, καὶ τὴν ἐν οὐρανοῖς πολι-
τείαν ἐζηλωκότα’ ζωγραφοῦμεν δὲ οὐ τῶν σωμάτων
τοὺς χαρακτῆρας, οὐδὲ τὰ τούτων ἐκτυπώματα τοῖς
ἀγνοοῦσιν ἐπιδείκνυμεν ἀλλὰ τῶν ἀοράτων ψυχῶν
τὰς ίδέας σκιαγραφοῦμεν, καὶ πολέμους ἀθεάτους
καὶ συμπλοκάς ἀφανεῖς ἐπιδείκνυμεν. Τοιαύτην γὰρ
αὐτοῖς καὶ τὴν παντευχίαν ὁ τῆς φάλαγγος αὐτῶν
στρατηγὸς καὶ⁴ πρόμαχος περιτέθεικε Παῦλος·
ι ’Λναλάϐετε γὰρ , φησὶ, τὴν πανοπλίαν τοῦ Θεοῦ,
ἴνα δυνηθῆτε ἀντιστῆναι ἐν τῇ ἡμέρᾳ τῇ πονηρᾷ,
καὶ ἅπαντα κατεργασάμενοι στῆναι. i Καὶ πάλιν ”
ι Στῆτε οὖν περιζωσάμενοι τὴν ὀσφὺν ὑμῶν ἐν άλη-
θείξι, καὶ ἐνδυσάμενοι τὸν θώρακα τῆς δικαιοσύνης,
καὶ ὑποδησάμενοι τοὺς πόδας ἐν ἑτοιμασίᾳ τοῦ Εὐ
αγγελίου τῆς εἰρήνης, ἐπὶ πᾶσιν ἀναλαϐόντες τὸν
θυρεδν τῆς πίστεως.ὲν ᾧ δυνήσεσθε πάντα τὰ βέλη
τοῦ πονηροῦ τά πεπυρωμένα σεέσαι, καὶ τὴν περι-

OCR text from a scan; reading errors may remain.

Cited in the encyclopedia

Save for later

Enter your email and we will send you a sign-in link. No password. What you save (articles, verses, chapters, documents) follows you to any device.