PG 82, col. 1320

τὸν μέγιστον τῆς Ἐκκλησίας φωστῆρα, καὶ ἀσπα-
σάμενος, ι Εἰπέ μοι, ἔφη, ὧ Πάτερ, τίνος ἕνεκα
’τοῦτον ἅπαντα τὸν πόνον μεθ’ ἡδονῆς ὑπομένεις ι
Τοῦ δὲ ἀποκριναμένου, ὡς ι Καὶ σώματος, καὶ ψυ-
χῆς, καὶ ζωῆς, καὶ τοῦ βίον παντὸς ἡ τοῦ Θεοῦ μοι
θεραπεία τιμιωτέρα, καὶ πειρῶμαι ὅσον δύναμαι
καθαρὰν αὐτῷ ῥύπου τὴν λειτουργίαν προσφέρειν,
καὶ διὰ πάντων ἀρέσκειν. ο- ’Υποδείκνυμί σοι,
ὀ Ἀκάκιος ἔφη, τρόπον, δι’ οὗ πλέον ἢ νῦν ait?»
θεραπεύσεις, καὶ τοῦτο ἐρῶ, οὐ λογισμῷ μόνῳ χρώ-
μενος, ἀλλὰ τῆς αὐτοῦ διδασκαλίας μεμαθηκώς.
Ἐρόμενος γάρ ποτε τὸν Πέτρον, εί πλέον αὐτὸν τῶν
ἄλλων φιλεῖ, καὶ μαθὼν ὅ ἧπίστατο καὶ πρὸ τῆς
Πέτρου φωνῆς· ι Σὺ γὰρ οἶδας, φησὶ, Κύριε,ὅτι
φιλῶ σε, ι ὑπέδειξεν αὐτῷ τί δράσας πλέον αὑτὸν
θεραπεύσειεν · ι Et γάρ φιλεῖς με, φησὶ , ποίμαινε
τὰ πρόϐατά μου, καὶ βόσκε μου τὰ ἀρνία. ι Τοῦτο
καὶ σοὶ, ὦ Πάτερ, ποιητέον ὲστί. Κινδυνεύει γὰρ ὑπὸ
λύκων διαφθαρῆναι τὰ ποίμνια, φιλεῖ δὲ αὐτὰ λίαν ὁ
ὑπὸ σοῦ φιλού μενος λίαν ’ἴδιον δὲ τῶν ἐρώντων ἐκεῖνα
ποιεῖν, ἃ τοὺς ἐρωμένους ἑπιτέρπει γινομενα,’Λλ-
λως τε δὲ καὶ κίνδυνος οὺ σμικρὸς, καὶ τῶν πολλῶν
καὶ μεγάλων ἐκείνων ἱδρώτων ζημία, εί ἀνάσχοιο
σιγῇ προέσθαι τὴν ἀλήθειαν χαλεπῶς πολεμουμένην,
τοὺς δὲ ταύτῃ προσκειμένους άγρευομὲνους,ὂέὶ.εαρ
δὲ τῶν θηρευομένων τὴν σὴν γενέσθαι προσηγορίαν ·
κοινωνὸν γὰρ ἔχειν σε τῆς σφετέρας δυσσεὸεἷας οι
τῆς Ἀρείου βδελυρίας προστάται νεανιεύονται. ι
Εὐθὺς ἀκούσας ὸ πρεσὸὐτης, τῇ μὲν ἡσυχία χαίρειν
εἰπὼν είς καιρδν, τῶν δὲ πολιτικῶν θορύϐων οὐκ
ἀγωνιάσας τὸ ἄηθες, ἐπὶ τὴν Ἀντιόχειαν ἔτρεχε.
Δύο δὲ καὶ τρεῖς ἐξανύσας διὰ τῆς ἐρήμου σταθμοὺ·.
εἷς τι χωρίον ἑσπέρας καταλαὸούσης ἀφίκετο. re.
ναιον δέ τι τῶν εὐπόρων τὸν ἱερὸν ἐκεῖνον ἥκειν πυ-
θομένη χορὸν, ἔδραμεν αὑτοῦ τρυγῆσαι τὴν εὐλογίαν·
καὶ πρὸ τῶν ποδῶν καλινδουμένη τὴν οἰκίαν αὐτῆς
γενέσθαι καταγώγιον ἠντιϐόλει. Εἷξεν ὀ πρεσὸύτης·
καὶ ταῦτα πλείοναῆ τεσσαράκοντα ἐτη τῆς τοιαύτης
θέας κεχωρισμένος. Τῆς δὲ θαυμασίας ἐκείνης γυ-
ναικὸς περὶ τὴν τῶν ίερῶν ἐκείνων ἀνδρῶν θεραπείαν
διατριεούσης , ἑπτάετες παιδίον, οὗ μόνον μήτηρ
οὖσα ἐτύγχανεν, ἡ τῆς Σάρρας τὴν φιλοξενίαν ζηλώ-
σασα, ἑσπέρας οὔσης καὶ σκότους, εἰς τὸ φρέαρ
κατέπεσε. Θορύϐου δὲ περὶ τούτου, ὡς είκδς, γενο
μένου, αἰσθομένη ἡ μήτηρ, ἡσυχίαν μὲν ἄγειν
ἅπασι παρακελεύεται, κάλυμμα δέ τι τῷ φρέατι
ἐπιθεῖσα, τῆς διακονίας εἴχετο. Τῆς δὲ τραπέζης τοῖς
θείοις ἀνδράσι παρατεθείσης, ὁ θεῖος πρεσὸύτης ἐκέ-
λευσε τὸ τῆς γυναικὸς είσκληθῆναι παιδίον, καὶ τῆς
εὐλογίας μεταλαχεῖν. Τῆς δὲ θαυμασίας γυναικὸς
ἀρρωστίᾳ κατέχεσθαι λεγούσης, ἐπέμενεν ἐνεχθῆναι
τοῦτο παρεγγυῶν. Ὠς δὲ τὸ πάθοςὴ μήτηρ ἐγνώρισε,
καταλιμπάνει μὲν τὴν τράπεζαν ὁ πρεσϐύτης, παρὰ
δὲ τὸ φρέαρ δραμὼν, καὶ τὸ μὲν κάλυμμα περιαιρε-

OCR text from a scan; reading errors may remain.

Save for later

Enter your email and we will send you a sign-in link. No password. What you save (articles, verses, chapters, documents) follows you to any device.