PG 82, col. 1321

παιδιάν τινα καὶ ἀθύρματα ἡγούμενον · καὶ σχοίνοις
τινὰ προσδήσαντες καὶ χαλάσαντες, ἀνιμήσαντο τδ
παιδίον, καὶ παραυτίκα προσέδραμε τοῖς τοῦ πρεσϐύ-
του ποσὶν, αὑτὸν τεθεᾶσθαι λέγον ἐν τοῖς ὕδασι φέ-
ροντα , καὶ ὑποϐρύχιον γενέσθαι κωλύοντα. Τοῦτον
παρὰ τοῦ μακαρίου πρεσϐύτου τῆς φιλοξενίας ἡ
θαυμασία γυνὴ τὸν μισθὸν ἐκομίσατο. Καὶ ἵνα τὰ
ἄλλα τὰ κατὰ τὴν ὁδὸν γεγενημένα καταλίπω, ἦχον
μὲν είς τὴν Ἀντιόχειαν, πάντες δὲ πανταχόθεν συν-
έθεον, ἰδεῖν τε ποθοῦντες τὸν τοῦ Θεοῦ ἄνθρωπον,
καὶ ξατρείαν τινὰ τοῦ πάθους λαϐεῖν ἕκαστος ἐσιέμε-
νος. Κατήχθη δὲ ἐν τοῖς παρὰ τῇ ὑπωρείᾳ σπηλαίοις,
ἔνθα καὶ τὸν θεῖον ἀπόστολον τὸν μακάριον Παῦλον
καταχθῆναί τε καὶ κρυϐἦναί φασιν· ama-309;, ἵνα
μάῢωσιν ἅπαντες ὡς ἄνθρωπος εἴη, καταϐολὴ γί-
νεταί τις αὐτῷ πυρετοῦ σφοδροτάτη. Ἀκακίου δὲ τοῦ
μεγάλου τὺ μὲν πλῆθος τῶν συνειλεγμένων ὁρῶντος,
sui. τὴν συμϐᾶσαν δυσχεράναντος ἀρρωστίαν· πλη-
γήσεσθαι γὰρ τοὺς συνεληλυθότας ἐνόμιζεν, εί τὺ
νοσημα μάθοιεν, ἄνδρες διὰ τῆς ἐκείνου χειρὸς θερα-
πείαν εὕρασθαι προσδοκῶντες· ι Μὴ ἀθύμει, ἔλεγεν
ὁ πρεσϐύτης · εἱ γὰρ ἀναγκαῖον τῆς-ὑγείας τὸ χρῆμα,
παραυτίκα καὶ. τοῦτο δώσει Θεός. ι Εὐθὺς τοίνυν
μετὰ τούτους τοὺς λόγους είς ἱκετείαν τραπόμενος,
καὶ συνήθως τὰ γόνατα καὶ τὸ μέτωπον τῷ ἐδάφει
πελάσας, ἡντιὸόλει τῆς ὑγείας τυχεῖν, εἴπερ τις
ὄνησις ἐντεῦθεν τοῖς συνεληλυθόσι γενήσεται. Οὔπω
τὴν προσευχὴν συνεπὲρανε, καὶ πολὺς ἱδρὼς ὲξαπι·
ναίως γενόμενος τοῦ πυρετοῦ τὴν φλόγα κατέσϐεσεν.
Ἐκεῖθεν πολλοὺς παντοδαπῶν νοσημάτων ἐλευθερώ-
σας, ὲπὶ τὸν σύλλογον ᾔει τῶν εὐσεϐῶν. Διιὸντος δὲ
αὐτοῦ τῶν βασιλείων τὰς θύρας, προσαίτης τις, ἀντὶ
τῶν ποδῶν τοῖς γλουτοῑς κεχρημένος. καὶ ἐπὶ τοῦ
ἐδάφους συρόμενος , ἐκτείνας τὴν χεῖρα , καὶ τῇ σι.
σύρᾳ τοῦ πρεσϐύτου πελάσας, ἐξήλασε μὲν τῇ πίστει
τὸ πάθος. ἀναπηδήσας δὲ τὸν πρὸ τῆς ἀρρωστίας
ἐπεδείκνυτο δρόμον, τὰ altri ποιῶν τῷ χωλῷ, ὃν Πέ-
τρος καὶ 6 Ἰωάννης ἀνέστησαν. ’Τούτου γενομένου,
συρρεῖ ἅπαν τὸ τοῦ ἄστεος πλῆθος , καὶ τὸ πολεμι-
κδν γυμνάσιον πλῆρες τῶν συνθεόντων ἐγένετο, Ὶπῖν
αἰσχύνῃ δὲ ἦσαν οἱ συκοφάνται καὶ τοῦ ψεύδους τε-
χνῖται, ὲν εὐθυμία δὲ πασῃ καὶ εὐφροσύνῃ τῆς εὺ-
σεῦείας οἱ τρόξιμοι. Ἐκεῖθεν είς τὰς οἰκίας εἷλκον τὸν τῆς εὐσεϐείας φωστῆρα oi θεραπείας δεόμενοι.
Καί τις ἀνὴρ, μεγίστην ἀρχὴν ἐγκεχειρισμένος, καὶ τῆς Ἕω τὰ πηδάλια κατέχειν πεπιστευμένος, πέμ-
ψας ἱκέτευσεν αὑτὸν ἀφικέσθαι, καὶ τῆς ἐπικειμένης ἀρρωστίας ἐλευθερῶσαι. '0 δὲ οὐδὲν μελλήσας παρ-
εγένετο, καὶ τὸν κοινὸν ίκετεύσας Δεσπότην, ἔλυσε λόγῳ τὸ πάθος, καὶ χάριν ὁμολογεῖν παρηγγύα τῷ
θεῷ.
Ταῦτα καὶ τὰ τοιαῦτα διαπραξάμενος ἐπὶ τὴν
ἀσκητικὴν λοιπὸν ἐδοκίμασε καλύῦιην ἐπανελθεῖν.
Διὰ δὲ τῆς Κύρου τὴν πορείαν ποιούμενος, πόλις δὲ
αὕτη δυσὶ σταθμοῖς Ἀντιοχείας ἀπέχουσα, κατήχθη
μὲν εἰς τὸν τοῦ νικηφόρου μάρτυρος Διονυσίου σηκόν.
0t δὲ τῆς εὐσεϐείας ὲκεῖ προστατεύοντες συνελ-
θόντες ἱκέτευον ἐπαμῦναι σφίσι προῦπτον ὄλεθρον
προσδοκῶσιν. Ἀστέριον γὰρ ἔφασκον ἐν σοφιστικῇ
ψευδολογίᾳ τραφέντα, καὶ ἑαυτὸν εἰς τὴν τῶν αἱρε-
Ριιτιιοι. Gn. LX ΧΧΙΙ..

OCR text from a scan; reading errors may remain.

Save for later

Enter your email and we will send you a sign-in link. No password. What you save (articles, verses, chapters, documents) follows you to any device.