PG 82, col. 237

γὰρ ὁ θεῖος Ἀπόστολος ἔφη · σημεῖα δεικνῦναι παρ-
εκελεύοντο. Ἕλληνες δὲ τὴν ἀπαιδευσίαν ἐγέλων,
ὥσπερ ἀμέλει καί ἐν ’ΛΘὴναις ἔλεγον · ί Τί ἂν θέλει
ὁ σπερμολόγος οὗτος λέγεινς ι Ἀλλ’ ἡμεῖς, φησὶ.
τῆς τούτων κάκείνων ἀνοίας καταφρονοῦντες. τὸ
Δεσποτικὸν κηρύττομεν πάθος, καίτοι σαφῶς εἰδότες
καὶ τούτους κάκείνους ἄντικρυς ἀντιλέγοντας. Καὶ
τίς ὄνησις τοῦ κηρύγματοςς
κδ’. ι Αὑτοίς δὲ τοῖς κλητοῖς Ἰουδαίοις τε καὶ
Ἕλλησι Χριστὸν, Θεοῦ δύναμιν καὶ Θεοῦ σοφίαν. ι
T0 αὐτὸ καὶ σοφία καὶ μωρία, καὶ δύναμις καὶ ἀσοέκ
vitam μωρία μὲν καὶ ἀσθένεια τοῖς ἀπιστοῦσι, copia
δὲ καὶ δύναμις τοῖς πιστεύουσι. Καὶ γὰρ ὁ ἥλιος φῶς
μέν ἐστι τοῖς βλέπουσι, σκότος δὲ τοῖς cupidine-ww '
οὐκ αὐτὸς μέντοι προσφέρει τὸ σκότος, ἀλλὰ τὺ τιάοος
ἐπέχει τῆς ἀκτῖνος τὴν αἴγλην. Οὕτω τῆς ἀπιστίας
ή λήμη κωλύει τῆς θεογνωσίας τὸ φῶς τὴν ψυχὴν
κιταυγάσαι. ίΕίδὲναι μέντοι χρὴ, ὡς σοφίαν καὶ
δύναμιν οὺ τὴν θεότητα τοῦ Μονογενοῦς προσηγό-
ρευσεν ό θεῖος Ἀπόστολος, ἀλλὰ τὸ περὶ τοῦ σταυ-
ροῦ κῆρυγμα · καὶ διελέγχει τοὺς Ἀρείου καὶ Εὐνο-
μίου, κακῶς ἐντεῦθεν πειρωμένους δεικνῦναι σοφίαν
τον Θεὸν Λόγον ὀνομαζόμενον. Ἐντεῦθεν γὰρ καὶ
τὴν ἐκ τῆς Παροιμιακῆς φωνῆς βλασφημίαν κατα-
σκευάζουσιν.
κε’. ι ’Ὁτι τὺ μωρὸν τοῦ Θεοῦ σοφώτερον τῶν ἁν-
Θρώπων ἐστί ⁸ καὶτὸ ἀσθενὲς τοῦ Θεοῦ ἰσχυρότερον
τῶν ἀνθρώπων ἐστί. › Μωρὸν τοῦ Θεοῦ καί ἀσθενὲς
τοῦ σταυροῦ καλεῖ τὸ μυστήριον, κατὰ τὴν τῶν
ἀνοήτων δόξαν. Δείκνυσι δὲ τοῦτο καὶ τῶν σοφῶν καὶ
ἰσχυρῶν πε ριγε γενη μένον.
κς’. ‹ Βλέπετε γὰρ τὴν κλῆσιν ὑμῶν, ἀδελφοὶ, ὅτι
οὐ πολλοὶ σοφοὶ κατὰ σάρκα, οὺ πολλοὶ δυνατοὶ, οὐ
πολλοὶ εὐγενεῖς. ι Οὐκ εἶπεν, οὐδεὶς σοφὸς, οὐδεὶς
δυνατὸς, οὐδεὶς εὐγενής · καὶγὰρ ἐκ τούτων ἦσαν
πεπιστευκότες · ἀλλ’ οὺ πολλοί ο oi πλείους γὰρ τῶν
πενεστέρων ἐτύγχανον ὅντες.
κζ’, κη’. ι Ἀλλὰ τὰ μωρὰ τοῦ κόσμου ἐξελέξατο ὁ
Θεὸς. ἵνα καταισχύνῃ τοὺς σοφούς καὶ τὰ ἀσθενῆ
τοῦ κόσμου ἐξελέξατο ὁ Θεὸς, ἵνα καταισχύνῃ τὰ
ἰσχυρά. Καὶ τὰ ἀγενῆ τοῦ κόσμου καὶ τὰ ἐξουθενη-
μένα ἐξελέξατο ὁ Θεὸς, καὶ τὰ μὴ ὄντα, ἵνα τὰ ὄντα
καταργήσῃ. ι Mpr: καὶ ἀσθενῆ, καὶ ἀγενῆ, κατὰ
τὴν τῶν ἀνθρώπιον ἐκάλεσε δόξαν. Μωρῖα γὰρ ἀλη-
θὴς, οὐχ ἡ τῶν λόγων ἀπειρία, ἀλλ’ ἡ τῆς πίστεως
ἐρημία · καὶ ἀσθένεια καὶ ἀγένεια, οὐχ ἡ πενία, ἀλλ’
ἡ ἀσέϐεια, καὶ τῶν τρόπων ἠ πονηρία. ὐ δέ γε τῶν
ὅλων Θεὸς δι’ ἀπαιδεύτων τοὺς πεπαιδευμένους, καὶ
' διὰ πενήτων τοὺς πλουσίους ἐνίκησε, καί δι’ ἁλιέων
τὴν οἰκουμένην ἡλίευσεν.
ιι Act. xvu, 18.
' Sic Λ et infra ad Calat. ν, Η. Sed ἔθνεσι habet Theodoretus ad isa. HJK. 7, epist. 146, pag. MSS.
Sirtn., et dialog. οὶ, pag. 507, ϐοτη.

OCR text from a scan; reading errors may remain.

Save for later

Enter your email and we will send you a sign-in link. No password. What you save (articles, verses, chapters, documents) follows you to any device.