PG 85, col. 1372
θεῶν. ι
Ἐπειδὴ ἐκοινώνησαν αὐτῷ ὲν τοῖς πνευματικοῖς,
ἅμα τὸν Θεδν παρακαλέσαντες περὶ τῆς τοῦ ἐνυπνίου
’νὼσεως , δίκαιον ἔκρινεν 6 Δανιὴλ κοινωνοὺς αὐτῷ
γενέσθαι τῆς τιμῆς τοὺς περὶ Ἀνανίαν· οὐχ ὡς
ἀντιποιουμένους τῆς κοσμικῆς δόξης, ἀλλ’ ἵνα παρα-
ζηλώσῃ τὰ ἔθνη εἰς τὴν ἀληθῆ θεοσέϐειαν, ὁρῶντας
τὸ θεοσεὸὲς γένος παρὰ Θεοῦ καὶ ἀνθρώπων βασιλέων
τιμώμενον.
ΚἘΦΑΛ. Γ.
ι Ἐτους ὀκτωκαιδεκάτου. ι
Μᾶλλον μετὰ ις’ ἔτη τοῦ ἐνυπνίου τῆς εἰκόνος.
ι Εἰσὶν ἄνδρες Ἰουδαῖοι. ι
Τοῦτο καὶ ἐποίησεν αὐτοῖς τὸν φθόνον, δτι καθαροὶ
ὄντες ὲν δοκίμοις ὑπὲρ τοὺς ἄλλους.
ι Καὶ νῦν οὐκ ἐστιν ἡμῖν ἀνοῖξαι τὸ στόμα ἡμῶν. ι
Δια γὰρ τοῦτο ό Θεὸς παραγγέλλει ἡμῖν καλοποιεῖν,
ἵνα καὶ τῶν ἀνεκφράστων ἡμᾶς ἀξιώσῃ καλῶν. --
Τουτέστιν, οὐ δυνάμεθα παρρησιάσασθαι ἐπὶ τοῖς ἢδη
γεγενημένοις θαύμασιν · ἡ γὰρ ,συμφορὰ ἀφαιρεῖται
τὴν ἐπὶ τοῖς γεγενημένοις παρρησίαν διὸ καὶ ὀνειδι-
ζόμενοι ἄφωνοι διαμένομεν. - Ἀλλ’ εἰσπραξάμενος
ἡμᾶς, φησὶ, δίκας, παράσχου ἔλεον. -— Ei γάρ καὶ αὐ-
τοὶ, φησὶν, οὐκ ἄξιοι τυχεῖν τῆς παρὰ σοῦ κηδεμονίας,
ἀλλ’ οὖν διὰ τὴν πρὸς τοὺς πατέρας ἐπαγγελίαν,
μεταϐολὴν παράσχου τῶν κατεχόντων δεινῶν· ἀκριϐῶς
γὰρ ἐπιστάμενος τὰ μετὰ ταῦτα, ἰσαρίθμους τοῖς
ἄστροις καὶ τῇ παραλία ἄμμῳ τοὺς ἐκείνων ἀπογό-
νους ὑπέσχου ποιήσειν.- Πάντα ἡμῖν, φησιν, εἰς τὸ
ἐναντίον μεταϐέϐληται· καὶ οὐτε κατὰ τὴν ὑπὸ σοῦ
ὁρισθεῖσαν τάξιν ἔχομεν βασιλέα ⁸ οὐ πνευματοφόρος
παρ’ ἡμῖν τὸ μέλλον λέγων’ οὐ τῶν πραγμάτων ἔχων
τὴν διοίκησιν · οὐχ ίερεύς τοῖς δλοκαυτώμασι γνω-
ρίζων τὴν δεσποτείαν · οὐχ ὑπὲρ ἁμαρτημάτων προ-
φέρων θυσίας, οὐ γεραίρων ἑτέροις τισὶ δώροις, οὐ
τῇ εὐωδία τὴν ὀφειλομένην ἀναπέμπων τιμήν.
ι Νῦν ὲξοκολουθοῦμεν καὶ ζητοῦμεν τὸ πρόσωπόν
σου. δ
Ἐπειδὴ γὰρ κατακολουθῶν εἶπεν, εἰκότως καὶ νῦν
προσώπου μέμνηται· 6 γὰρ καλῶς κατακολουθήσας,
καὶ προσώπου ἀξιοῦται. - Εὐθέως γὰρ ἠ θέα τοῦ
σοῦ προσώπου εὐφραίνει τά πρόσωπα τῶν σῶν
θεατῶν, ἀλλ’ οὐ καταισχύνει. - Τουτέστι, μὴ δια-
μάρτωμεν τῆς εἰς σὲ ἐλπίδος, ἀλλά συνήθως τῇ σαυ-
τοῦ φιλανθρωπία τῶν κινδύνων ὲξάρπασον, καὶ πα ρα-
δόξως ὲλευθέρωσον τῶν κατεχόντων δεινῶν, ὥστε
ἅπαντας είς εὐφημίαν χωρῆσαι, ὡς οὐκ ἀφέντος ἐν
δεινοῖς τοὺς ἐπὶ σοὶ πεποιθότας. —'- Ἐκ δὲ τῶν ἐναν-
τίων, φησὶ, τοὺς ἐπιτρίϐοντας ἡμῖν τὰς συμφορὰς,
διαμαρτεῖν τῆς ὲν ἀνθρώποις παρρησίας ποίησον, καὶ
μάταιοι ἐν τῇ παρούσῃ δυναστεία ὀφθεῖεν.
ι Ὠς πνεῦμα δρόσου. ι