PG 89, col. 337

δὲ τὰ ὄντα ἀποδύνεσθαι· ὁ μὲν σωφρονσῖν, ὁ δὲ
πορνευειν· ὁ μὲν τρυφᾷν καὶ μεθύειν, ὁ δὲ νη-
στεύειν καὶ ἐγκρατεύεσθαι· ὁ μὲν αἰσχρολογεῖν·
μὲν ὑπερορᾷν τῶν ὅντων, ὁ δὲ προσηλῶσθαι τοῖς
παροῦσιν· ὁ μὲν θαυμάζειν μάρμαρα καὶ τοίχους,
καὶ ὀρόφους· ὁ δὲ ταῦτα μὲν ἀτιμάζειν, τιμᾷν δὲ
φιλοσοφίαν· πῶς δυνατὸν ταῦτα κυρίῳ συμβῆναι;
Κύριον δὲ ἐνταῦθα τόν μαμμωνᾶν ἐκάλεσεν· οὐ διὰ
τὴν οἰκείαν φύσιν, ἀλλὰ διὰ τὴν τῶν ὑποκλινομένων
αὐτῷ ταλαιπωρίαν. Οὕτω γὰρ καὶ τὴν κοιλίαν ὁ
Ἀπόστολος Θεὸν ἐκάλεσεν· οὐκ ἀπὸ τοῦ τῆς δε-
σποίνης ἀξιώματος, ἀλλὰ ἀπὸ τῆς τῶν δουλευόντων
ἀθλιότητος.
famulantium.
Τοῦ ἀγίου θασιλείου ἐκ τῶν Ἀσκητικῶν ?.
Εἰ ππιστεύομεν τῷ Κυρίῳ λέγοντι, « Πᾶς ὁ ποιῶν
τὴν ἀμαρτίαν, δοῦλός ἐστι τῆς ἀμαρτίας· » καὶ πά-
λιν, « μεῖς ἐκ τοῦ πατρὸς διαβόλου ἐστὲ, καὶ τὰς
ἐπιθυμίας τοῦ πατρὸς ὑμῶν θέλετε ποιεῖν· » οἴδαμεν,
ὅτι οὐχὶ κοινωνός ἐστιν ἀπλῶς, ἀλλὰ δοῦλος. Καὶ
κύριον αὐτοῦ, καὶ πατέρα ἐπιγράφεται ἐκεῖνον οὗ τὸ
ἔργον τις ποιεῖ. Καὶ μαρτυρεῖ ὁ Ἀπόστολος λέγων
« Οὐκ οἴδατε, ὅτι ῷ παριστάνετε ἐαυτοὺς δούλους
εἰς ὑπακοὴν, δοῦλοί ἐστε, ῷ ὑπακούετε· ἤτοι ἀμαρ-
τίας εἰς θάνατον, ἢ ὑπακοῆς εἰς δικαιοσύνην; » Καὶ
οὐ νεκρὰν εἶναι δεῖ τὴν πίστιν· ἐπειδὴ, φησὶν, ὥσ-
περ τὸ σῶμα χωρὶς πνεύματος νεκρόν ἐστι· καὶ πά-
λιν· « Σὺ πιστεύεις, ὅτι Θεὸς εἶς ἐστι, καλῶς ποιεῖς,
καὶ τὰ δαιμόνια πιστεύουσι, καὶ φρίττουσι. » Λέγει
δὲ ὁ Κύριος· Τί με λέγετε, Κύριε, Κύριε, καὶ οὐ
ποιεῖτε ἃ λέγω; Δεῖ γὰρ ἡμᾶς καὶ τῷ ἔργῳ Κύριον
ὁμολογεῖν, ὑπʼ αὐτοῦ κυριευομένους, μὴ βασιλευού-
σης, καὶ κυριευούσης ἐν ἡμῖν τῆς ἀμαρτίας· ἱνα μὴ
καὶ ἐφʼ ἡμῶν λέγηται· ὅτι « Ἡγάπησαν αὐτὸν ἐκ
στόματος αὐτῶν ἡ δὲ καρδία αὐτῶν, οὐκ εὐθεῖα
μετʼ αὐτοῦ. » Ἀκούσωμεν δὲ τοῦ Ἀποστόλου λέγον-
τος ι Μὴ πλανᾶσθε· οὕτε πόρνοι, οὕτε εἰδωλολάτραι,
οὕτε μοιχοὶ, οὕτε μαλακοὶ, οὕτε ἀρσενοκοῖται, οὐ
μέθυσοι, οὐχ ἄρπαγες βασιλείαν Θεοῦ κληρονομήσου-
σι.» Καὶ πάλιν· « Πᾶς πόρνος, ἢ πλεονέκτης, ὅς ἐστιν
εἰδωλολάτρης, ἢ ἀκάθαρτος, οὐκ ἔχει κληρονομίαν
ἐν τῇ βασιλείᾳ τοῦ Χριστοῦ τοῦ Θεοῦ ἡμῶν· μη-
δεὶς ὑμᾶς ἀπατάτω κενοῖς λόγοις· διᾶ ταῦτα γὰρ
ἔρχεται ἡ ὀργὴ τοῦ Θεοῦ ἐπὶ τοὺς υἱοὺς τῆς ἀπει-
θείας· μὴ οὖν γίνεσθε συμμέτοχοι αὐτῶν. » Ἐὰν
οὖν ἐν τούτοις ὡμεν καὶ ἡμεῖς οἰ λέγοντες πιστεύειν,
καὶ προσδοκῶντες τὴν βασιλείαν, οὐ τοῦ βασιλέως
ἐσμὲν μέτοχοι, ἀλλὰ τῶν ἐχθρῶν τοῦ βασιλέως συμ-
μέτοχοι· εἰ γὰρ τὸν Χριστὸν ἐμάθομεν, ἀλήθειαν
ἐμάθομεν. Εἰ δὲ ἀλήθειαν γινώσκομεν, ἐν ἀληθείᾳ
I CCor. X, 9, 10. ⁵ Ephes. ν, 5-7.
ο κἐκείνῳ. ⁴ Εα Cudd. Vat.

OCR text from a scan; reading errors may remain.

Save for later

Enter your email and we will send you a sign-in link. No password. What you save (articles, verses, chapters, documents) follows you to any device.