PG 89, col. 340

καὶ ζήσομεν τῶν ἔργων. Ἐπεὶ τὸ μέρος ἡμῶν μετὰ
τῶν ἀπίστων θήσει παραγινόμενος, λέγων· « Οὐδέ--
ποτε ἔγνων ὑμᾶς· πορεύεσθε ἀπʼ ἐμοῦ, οἱ ἐργαζό-
μενοι τὴν ἀνομίαν·» καὶ οὐδὲν ὡφελήσομεν λέγοντες,
Κύρριε, Κύριε· τὸ γὰρ ψιλῶς πιστεύειν, καὶ τὰ δαιμό-
νια πιστεύουσιν.
ε Τοῦ Χρυσοστόμου Περὶ νηστείας.
Κατευθυνθήτῳ, φησὶν, ἡ προσευχή μου, ὡς θυ-
μίαμα ἐνώπιόν σου, ἔπαρσις τῶν χειρῶν μου εʼ. Πε-
ρίβαψέ σου τὰς χεῖρας, κατάμαθε ταύτας. Καὶ ἐὰν
μηδὲν κέκτηνται ἀρπακτικὸν, ἢ ῥυπαρὸν, τότε λέγε
μετὰ θάρσους· Κατευθυνθήτω ἡ προσευχή μου ὡς
θυμίαμα. Ἐὲν δὲ ἤρπασας, ἢ ἔμπραξάς τι τῶν
ἀπηγορευμένων, μὴ βοήσῃς,μηδὲ τὰς χεῖρας ὑψώσῃ,
ἔως ἂν τοῦ κακοῦ παύσῃ. Ἐπεὶ ἐὰν καὶ δυνηθῇς
ὑψῶσαι ταύτας, κατὰ συγχώρησιν Θεοῦ, ἡ προσευχή
σου ὡς μεμωμένη , οὐδόλως ἀνέρχεται εἰς τὸν οὐρα-
νόν. Ἀλλὰ καὶ σὺ ἀκούσεις· « Ὁταν τὰς χεῖρας ἐκ-
τείνῃς πρός με, ἀποστρέψω τὸ πρόσωπόν μου ἀπὸ
σοῦ· καὶ ἐὰν πληθύνῃς τὴν δέησιν, οὐκ εἰσακούσομαὶ
σου, λέγει Κύριος.»
Τοῦ αὐτοῦ ἐκ τοῦ κατὰ Mατθρῖον.
Μάθωμεν τοίνυν, τίνα ἐστὶ τὰ κοινοῦντα τὸν ἄν-
θρωπον· μάθωμεν, καὶ φύγωμεν. Καὶ γὰρ ἐν τῇ
Ἐκκλησίᾳ τοιοῦτον ὀρῶμεν ἔθος κρατεῖν παρὰ τοῖς
πολλοῖς· καὶ ὅπως μὲν καθαροῖς εἰσέλθοιεν ἱματίοις
σπουδάζοντας, καὶ ὅπως τὰς χεῖρας, καὶ τοὺς πόδας
νίψαι· ὅπως δὲ ψυχὴν καθαρὰν παραστῆσαι τῷ Θεῷ,
οὐδὲν ποιουμένους λόγον. Καὶ ταῦτα λέγων, οὐ κω-
λύω νίπτειν χεῖρας, οὐδὲ στόμα, ἀλλὰ βουλόμενος
οὕτω νίπτειν, ὡς προσήκει· οὐχ ὕδατι μόνῳ, ἀλλʼ
ἀντὶ τοῦ ὕδατος ταῖς ἀρεταῖς. Pύπος μὲν γὰρ χειρῶν,
ἀρπαγὴ, κακοεργία, ἐπαφὴ κατὰ τοῦ πλησίον, -στό-
ματος δὲ βλασφημία, λοιδορία, αἰσχρολογίὰ, εὐτρα-
πελία, γέλως, ὕβρις.
Εἰτοίνυν σύνοιδας σαυτὸν, μηδὲντούτων πράττοντα,
ἢ φθεγγόμενον, μηδὲ ῥυπῶντα τὸν ῥύποντοῦτον,πρόσ-
ελθε θαῤῥῶν. Εἰ δὲ μυριάκις ταύτας ἐδέξω τὰς κη-
λίδας, τί ματαιοπονεῖς; ὕδατι μὲν περικλύζων τὰς
χεῖρας καὶ τὴν γλῶτταν, τὸν δὲ ὀλέθριον καὶ βλα-
βερὸν περιφέρων ἐν αὐτοῖς ῥύπον; Εἰπὲ γάρ μοι, εἰ
κόπρον ἐν ταῖς χερσὶν εἶχες, καὶ βόρβορον, ἄρα ἐτόλ-
μησας εὕξασθαι; Οὕμενουν· καὶ μὴν τούτων οὐδεμία
βλάβη· ἐκεῖ δὲ δλεθρος καὶ ἀπώλεια. Πῶς οὗν ἐν μὲν
τοῖς ἀδιαφόροις εὐλαβεῖς, ἐν δὲ τοῖς κεκωλυμένοις
καταφρονεῖς; Τί οὖν , φησὶ, οὐ δεῖ προσεύχεσθαι;
Δεῖ μὲν, ἀλλʼ οὐχὶ ῥυπῶντας, οὐδὲ τοσοῦτον ἔχοντας
βόρβορον. Τί οὖν, φησὶ, ἐὰν προσληφθῶ; Κάθαρον
σαυτόν. Πῶς, καὶ τίνι τρόπῳ; Κλαῦσον, στέναξον,
δὸς ἐλεημοσύνην, ἐξομολόγησαι, ἀπολόγησαι τῷ
ὐβρισμένῳ, διαλλάγηθι. Διὰ τούτων ἀπόσμιξον τὴν
γλῶτταν, ἵνα μὴ μειζόνως παροξύνῃς τὸν Θεόν.
ss lom. 3ὲ.
V AIRI. LECTIONES.

OCR text from a scan; reading errors may remain.

Save for later

Enter your email and we will send you a sign-in link. No password. What you save (articles, verses, chapters, documents) follows you to any device.