PG 9, col. 628

KB'. ι Ἀποκριθεὶς δὲ ὁ Ἰησοῦς εἶπεν· ’Δμὴν λέ-
γω ὑμῖν, ὃς ἂν ἀφῇ τά ἴδια, καὶ γονεῖς καὶ ἀδελφοὺς,
καί⁵ χρήματα ἕνεκεν ἐμοῦ καὶ ἐνεκεν τοῦ Εὑαγγεὶίου,
ἀπολήψεται ἐκατομπλασίονα. ι Ἀλλά μηδέ τοῦθ’ ὑμᾶς
ἐπιταρασσέτω, μηδὲ τὸ ἔτι σκληρότερον ἀλλαχοῦ ταῖς
φωναῖς ἐξενηνεγμένον, ι Ὃς ού μισεί πατέρα καὶ μη-
τέρα, καὶ¹ παῖδας, προσέτι δέ καὶ τὴν ψυχὴν ἐαυτοῦ,
ἐμὸς μαθητὴς εἶναι οὐ δύναται. ι Οὐ γὰρ εἰσηγεῖται
μῖσος καὶ διάλυσιν ἀπὸ τῶν φιλτάτων ο τῆς εἰρήνης
Θεὸς, ὃ γε καὶ τοὺς ἐχθροὺς ἀγαπᾷν παραινῶν. Είδέ
τοὺς ἐχθροὺς ἀγαπητέον, ἀνάλογον ἀπ’ ἐκείνων ἀνιόντι
καὶ τοὺς ἐγγυτάτω γένουςο ἦ εί μισητέον τοὺς πρὸς
αἵματος, πολὺ μᾶλλον τοὺς ἐχθροὺς ἀποϐάλλεσθαι
κατιὼνό λόγος διδάσκει.Ὥστε ἀλλήλους ἀναιροῦντες
ἐλέγχοιντ’ ἂν οἱ λόγοι. Ἀλλ’ οὐδ’ ἀναιροῦσιν, οὐδ’ ὲγο
γύς· ἀπὸ γὰρ τῆς αὐτῆς γνώμης καὶ διαθέσεως καὶ
ἐπὶ τῷ αὐτῷ ὅρῳ πατέρα μισοίη τις ἂν ἐχθρὸν ἀγα-
πῶν, ὀ μήτε ἐχθρὸν ἀμυνόμενος, μήτε πατέρα Χρι-
στοῦ πλέον αἰδούμενος. Ἐν ἐκείνῳ μὲν γάρ τῷλόγῳ
μῖσος ἐκκόπτει καὶ κακοποιίαν, ἐν τούτῳ δέ τὴν πρὸς
τὰ σύντροφα δυσωπίαν, εί βλάπτοι πρὸς σωτηρίαν.
El γοῦν ἄθεος εἴη τινὶ πατὴρ, ἢ υίὸς, ἢ ἀδελφὸς, καί
κώλυμα τῆς πίστεως γένοιτο, καὶ ἐμπόδιον τῆς ἀνω
ζωῆς. τούτῳ μὴ συμφερέσθω, μηδὲ ὁμονοείτω, ἀλλὰ
τὴν σαρκικὴν οἰκειότητα διὰ τὴν πνευματικὴν ἔχθραν
διαλυσάτω.
Κ I". Νόμισον εἶναι τὸ πρᾶγμα διαδικασίαν. '0 μὲν
πατήρ σοι δοκείτω παρεστὼς λέγειν · ι Ἐγὼ ἔσπειρα
καὶ ἔθρεψα· ἀκολούθει μοι, καὶ συναδίκει,καὶ μὴ
πείθου τῷ Χριστοῦ νόμῳ· ι καὶ ὅσα ἀν εἴποι βλάσφημος
ἄνθ ρωπος καὶ νεκρος τῇ φύσει. Ἐτέ ρωθεν δὲ ἄκουε τοῦ
Σωτῆρος · ι Ἐγώ σε ἀνεγέννησα, κακῶς ὑπὸ κόσμου
πρὸς θάνατον γεγενημένον’ ἠλευθέρωσα, ίασάμην, ἐλυ-
τρωσάμην. Ἐγώ σοι δείξω Θεοῦ πατρὸς ἀγαθοῦ πρόσω-
πον · μὴ κάλει σεαυτῷ πατέρα ἐπὶ γῆς · οἱ νεκροὶ τοῦς
νεκροὺς θαπτέτωσαν σὺ δέ μοι ἀκολούθει· ἀνάξω
γάρ σε είς ἀνάπαυσιν ἀρρήτων καὶ ἀλέκτων ἀγαθῶν,
ἃ μὴ ὀφθαλμὸς εἶδε, μήτε οῦς ἤκουσε, μήτε ἐπὶ καρ-
δίαν ἀνθρὼπων ἀνέϐη, είς ἀ ἐπιθυμοῦσιν ἄγγελοι
παρακύψαι, καὶ ἰδεῖν ἆπερ ἡτοίμασεν ὁ Θεὸς τοῖς
ἁγίοις ἀγαθά καὶ τοῖς φιλοῦσιν αὑτὸν τέκνοις. Ἕγώ
σου τροφεὺς, ἄρτον ἐμαυτὸν διδοὺς, οῦ γευσάμενος οὒ·
δεὶς ἔτι πεῖραν θανάτου λαμϐάνει, καὶ πόμα καθ’ ἠμέ-
ραν ἐνδιδοὺς ἀθανασίας, Ἐγὼ διδάσκαλος ὑπερθυρ³’
νίων παιδευμάτωνο ὑπὲρ σοῦ πρὸς τὸν θάνατον διη-
γωνισάμην καὶ τὸν σὺν ἐξέτισα θάνατον, ὃν ὤφειλες
ἐπὶ τοῖς π’ραημαρτη μένοις καὶ τῇ πρὸς Θεὸν animi?"
Τούτων τῶν λόγων ἑκατέρωθεν διακούσας, ὑπὲρ σεαυ⁶
τοῦ δίκασον, κα) τὴν ψῆφον ἔνεγκε τῇ σαυτοῦ σωτη-
xiv, 26. ε lCor. II, 9. ἀ I Pet. ι, ιε.

OCR text from a scan; reading errors may remain.

Cited in the encyclopedia

Save for later

Enter your email and we will send you a sign-in link. No password. What you save (articles, verses, chapters, documents) follows you to any device.