PG 9, col. 648

γεύων τὸν Πατέρα. Οὐ γὰρ ἀντέχει τοῖς τέκνοις αὑτοῦ
τὰ σπλάγχνα δεομένοις. Άεήσεται δέ καθαρῶς ὑπὸ
σοῦ προτιμώμενος ὡς ἄγγελος τοῦ Θεοῦ, καὶ μηδὲν
ὑπὸ 006 λυπούμενος, ἀλλ’ ὑπὲρ σοῦ. Τοῦτ’ ἔστι με·
τάνοια ἀνυπόκριτος. ι Θεὸς οὐ μυκτηρίζεται, ι οὐδὲ
προσέχει“ κενοῖς ῥήμασι· μόνος γὰρ ἀνακρίνει μυε-
λοὺς καὶ νεφροὺς καρδίας, καὶτῶν ἐν πυρὶ καταπαύει,
καὶ τῶν ἐν κοιλίᾳ κήτους ἱκετευόντων ἐξακούει, καὶ
πᾶσιν ἐγγύς ἐστι τοῖς πιστεύουσι, καὶ πόρρω τοῖς
ἀθέοις, ἂν μὴ μετανοήσωσιν.
MB'. Ἵνα δὲ, ἔτι θαρρῇς, οὕτω μετανοήσας ἀλῃ-
θῶς, ὅτι σοι μένει σωτηρίας ἐλπὶς ἀξιόχρεως, ἀκου-
σον μῦθον, οὐ μῦθον, ἀλλά ὄντα λόγον περὶ Ἰωάννου
τοῦ ἀποστόλου παραδεδομένον καὶ μνήμῃ πεφυ) αγμέ-
νον. Ἐπειδὴ γὰρ τοῦ τυράννου τελευτήσαντος, ἀπὸ
τῆς Πάτμου τῆς νήσου μετῆλθεν ἐπὶ τήν Ἔφεσον,
ἀπῄει παρακαλούμενος καὶ ἐπὶ τὰ πλησιόχωρα τῶν
ἐθνῶν, ὅπου μὲν ἐπισκόπους καταστήσων, ὅπου δέ
ὅλας Ἐκκλησίας ἀρμόσων, ὅπου δέ κλῆρον (46), ἕνα τέ
τινα κληρώσων ὑπὸ τοῦ Πνεύματος σημαινομένων.
Ἐλθὼν καὶ ἐπί τινα τῶν οὐ μακρὰν πόλεων (ἧς καὶ
τοῦνομα λέγουσιδ ἔνιοι [47]) καὶ τὰ ἄλλα ἀναπαύσας
τοὺς ἀδελφοὺς, ἐπὶ πᾶσι τῷ καθεστῶτι προσϐλέψας
ἐπισκόπῳ, νεανίσκον ἱκανὸν τῷ σώματι καὶ τὴν ὄψιν
ἀστεῖον καὶ θερμὸν ἰδών ο ‹ Τοῦτον, ἔφη, col. παρατωε-
μαι μετά πάσης σπουδῆς ἐπὶ τῆς Ἐκκλησίας καὶ τοῦ
Χριστοῦ μάρτυρος. ι T06 δέ δεχομένου καὶ πάνθ’ ὑπι-
σχνουμένου, καὶ πάλιν τὰ αὐτὰ διετείλατο xui διε-
μαρτύρατο. Καὶ ὁ μέν ἐπὶ τὴν ’Ἔφεσον ἀπῇρεν · ὁ·δέ
πρεσϐύτερος ἀναλαϐὼν οἴκαδε τὸν παραδοθέντα νεα-
νίσκον, ἔτρεφε, συνεῖχεν, ἔθαλπε, τὸ τελευταῖον ἐφώι
’τισε. Καὶ μετά τοῦτο ὑφῆκε τῆς πλείονος ἐπιμελείας
καὶ παραφυλακῆς, ὡς τὸ τέλεον αὐτῷ φυλακτήριον
ἐπιστήσας τὴν σφραγῖδα τοῦ Κυρίου. Τῷ δὲ ἀνέσεως
πρὸ ὥρας λαϐομένω προσφθείρονταί τινες ἥλικες ἀρ-
γοὶ, καὶ ἀπερρωγότες, ἐθάδες κακῶν. Καὶ πρῶτον
μὲν δι’ ’ἑστιάσεων πολλῶν πολυτελῶν αὐτὸν ἐπάγονταιο
εἶτά που καὶ νύκτωρ ἐπί λωποδυσίαν, ἐξιόντες συν-
επάγονται · εἶτά τι καὶ μεῖζον συμπράττειν ἠξίουν. Ὀ
δέ κατ’ ὀλίγον προσειθίζετο, καὶ διά μέγεθος φύσεως
ἐκστὰς, ὥσπερ ἄστομος καὶ εὖρωστος ῐππος, ὀρθῆς
ὁδοῦ, καὶ ,τὸν χαλινὸν ἐνδακὼν, μειζόνως κατὰ τῶν
βαράθρων ἐφέρετο. Ἀπογνοὺς δέ τελέως τὴν ἐν Θεῷ
σωτηρίαν, οὐδὲν ἐτι μικρὸν διενοεῖτο, ἀλλά μέγα τι
πράξας, ἐπειδήπερ ἅπαξ ἀπόλωλεν, ῐσα τοῖς ἄλλοις πα-
θεῖν ὴξίου. Αὐτοὺς δέ τούτους ἀναλαϐὼν καὶ λῃστή-
ριον συγκροτήσας, ἕτοιμος λῄσταρχος ἦν, βιαιότατος,
ἒέιέῖὲῗιοι. Smyrna erat, si Chron. Δίιασιιάτ.

OCR text from a scan; reading errors may remain.

Cited in the encyclopedia

Save for later

Enter your email and we will send you a sign-in link. No password. What you save (articles, verses, chapters, documents) follows you to any device.