PG 90, col. 769

τεύεσθαι. Οὗτος γάρ ἐστιν ὁ πεποιημένος ἄνευ σπο-
ρᾶς ὑπὸ Θεοῦ μόνος τὸ κατὰ σάρκα, καὶ τῶν κατὰ
φύσιν θεσμῶν καινοτομήσας τοὺς νόμους, καὶ κατὰ
πρόσωπον πάντων τῶν λαῶν ἡτοιμασμένος, καὶ φῶς
εἰς ἀποκάλυψιν ἐθνῶν καὶ δόξαν λαοῦ Ἰσραήλ. Φῶς
γάρ ἐστιν ἀληθῶς ἐθνῶν ὁ Κύριος ἡμῶν (60), ἀπο-
καλύπτων αὐτοῖς, διὰ τῆς ἀληθοῦς ἐπιγνώσεως, τοὺς
τῷ ζόφῳ τῆς ἀγνοίας ἐπιμεμυκότας ὀφθαλμοὺς τῆς
διανοίας· καὶ θείας ἀγωγῆς πάλιν ἑαυτὸν ἐτοιμά-
σας (61) τοῖς πιστοῖς λαοῖς ἀγαθὸν ἀρετῆς ἐξεμπλά-
ριον· προσώπου τοῦ κατʼ ἀρετὴν ὑπογραμμὸς αὐτοῖς
γενόμενος καὶ ὑποτύπωσις· πρὸς ὅν ἀφορῶντες, ὡς
ἀρχηγὸν τῆς σωτηρίας ἡμῶν, τὰς ἀρετὰς κατὰ μί-
μησιν, ὡς ἡμῖν ἐστι δυνατὸν, κατορθοῦμεν διὰ τῆς
πράξεως. Ἀλύὰ καὶ δόξα λαοῦ Ἰσραὴλ αὐτός ἐστιν
ὁ Θεὸς καὶ Λόγος (β2), ὡς τῷ θείῳ τῆς γνώσεως
φωτὶ διὰ τῆς μυστικῆς θεωρίας καταφαιδρύνων τὸν
νοῦν. Ἡ τυχὸν λαούς φησιν ὁ λόγος (β3), τοὺς κατὰ
φύσιν λόγους· πρόσωπον δὲ τούτων, τὴν ἄπταιστον
δόξαν, ἦς ἐτοιμασία, φῶς πρὸς ἐπίγνωσιν αὐτὸς
καθέστηκεν ὁ Λόγος, ὡς κτίστης τῆς φύσεως· ἔθνη
δὲ, τὰ παρὰ φύσιν πάθη (β4), ἅπερ ἀποκαλύπτει
λανθάνοντα, φῶς δωρούμενος γνώσεως, καὶ παντελῶς
ἐξωθεῖται τῆς φάρεως. Δόξα δὲ γίνεται τοῦ Ἰεραὴλ
ὁ Λόγος (β5), ὡς τῶν παρὰ φύσιν παθῶν ἀποκαθαί-
ρων τὸν νοῦν, καὶ τοῖς κατὰ φύσιν λόγοις κατακο-
σμῶν· πρὸς δὲ, καὶ τῷ διαδήματι τῆς κατὰ τὴν θέω-
σιν ἀτρεψίας ἐπισφίγγων. Δόξα γὰρ ἀληθῶς ὑπάρ-
χει τοῦ Ἰσραὴλ, ἤ τε τῶν παρὰ φύσιν ἀπαλλαγὴ
παθῶν, καὶ τῶν κατὰ φύσιν λόγων κατόρθωσις, καὶ
τῶν ὑπὲρ φύσιν ἐπίκτησις ἀγαθῶν. Ὁ τοῦτον τὸν
νοητὸν Δαβὶδ προσδεχόμενος, κἂν φθονῆται ὑπὸ τοῦ
Σαοὺλ, ἀλλʼ οὐχ ἀλίσκεται· ἀλλὰ καὶ τοὐναντίον, διὰ
πολλὴν φιλανθρωπίαν ὡς ἀπαθὴς, καὶ μισούμενος
θεραπεύει τῇ κιθάρᾳ τοῦ πνεύματος, τὸν ἐχθρὸν
πονηρῷ καταπνιγόμενον πνεύματι· καὶ ποιεῖ σώ-
φρονα, λύων αὐτὸν, καθάπερ δαίμονος πονηροῦ, τῆς
κακῆς τοῦ χοῖκοῦ φρονήματος ἐπιληψίας. Πᾶς γὰρ
διὰ φθόνον μισῶν, καὶ κακῶς διαθρυλλῶν ταῖς δια-
βολαῖς τὸν ἐν τοῖς ἀγῶσι τῶν ἀρετῶν, καὶ τῇ περι-
ουσίφτοῦ λόγου τῆς πνευματικῆς γνώσεως δυνατώ-
τερον, Σαούλ ἐστι πονηρῷ καταπνιγόμενος πνεύματι,
μὴ φέρων τὸ κλέος τῆς κατʼ ἀρετὴν καὶ γνῶσιν εὐ-
δαιμονίας τοῦ κρείττονος· καὶ διὰ τοῦτο πλέον μαι-
νόμενος, ὅτι μὴ δύναται τὸν εὐεργέτην διαχειρίσα-
σθαι. Πολλάκις δὲ καὶ αὐτὸν ἀποπέμπεται πικρῶς
τὸν φίλτατον Ἰωνάθαν· τόν ἔμφυτον λέγω κατὰ συν-
εἰδησιν λογισμὸν, τὸν ἄδικον μἶσος ἐλέγχοντα, καὶ
τοῦ μισουμένου φιλαλήθως ἀφηγούμενον τὰ κατορ-
θώματα, κατὰ τὸν πάλαι καὶ μάταιον ὄντως Σαούλ
πρὸς ὅν φησι Σαμουὴλ, ὡς παραβάτην τῶν θείων
ἐντολῶν· Mεματαίωταί σοι, ὅτι παρέβης τὴν ἐν-
τολήν μου, ῆν ἐνετείλατό σοι d Θεός. Σαοὺλ, ὡς
προέφην, ἐστὶν, ἢ ὁ γραπτὸς νόμος, ἢ ὁ κατὰ τὸν
γραπτὸν νόμον πολιτευόμενος λαὸς-τῶν Ἰουδαίων.
Ἀμτοτέρων γὰρ οὕτω χοῖκῶς ἀλλήλοις συμπεπλεγ-
μτ, 19.

OCR text from a scan; reading errors may remain.

Cited in the encyclopedia

Save for later

Enter your email and we will send you a sign-in link. No password. What you save (articles, verses, chapters, documents) follows you to any device.