PG 90, col. 921

(πῶς γὰρ φύσει ἀγαθὸς ὥν;), ἀλλὰ διὰ τῆς είς αὐτοὺς
ἀγάπης, τὸν ἐνεργοῦντα ἠμύνετο · καὶ τοὺς μὲν
ὲνεργουμένους, ᾶτε δυναμένους μὴ ἐνεργεῖσθαι·
ἑκουσίως δὲ τοῦ ἐνεργοῦντος διὰ ῥᾳθυμίαν ἀνεχομέ-
νους, ἐνουθέτει, ἤλεγχεν, ὠνείδιζεν, ὲταλάνιζεν, εὑ,
εργετῶν οὐκ ἐπαύετο, βλασφημούμενος ὲμακροθύμει,
πάσχων ὑπέμενε, πάντα τὰ τῆς ἀγάπης ἔργα εἰς
αὐτοὺς ἐνεδείκνυτο · τὸν δὲ ἐνεργοῦντα, τῇ είς τοὺς
ἐνεργουμένους φιλανθρωπίᾳ ἠμύνετο· ὣ παραδόξου
πολέμουί ἀντὶ τοῦ μίσους, τὴν ἀγάπην ἐπιδεικνύ-
μενος, καὶ ἀγαθὸτητι βάλλων τὸν τῆςκακίας πατέρα.
Τούτου χάριν τὰ τοσαῦτα κακά παρ’ αὐτῶν ὑπο-
μείνας, μᾶλλον δὲ ἀληθέστερον εἰπεῖν , δι’ αὐτοὺς,
μέχρι θανάτου ὑπὲρ τῆς ἐντολῆς τῆς ἀγάπης ἀνθρω-
ποπρεπῶς ἠγωνίσατο· καὶ. τὴν τελείαν νίκην κατὰ
τιυῦ διαϐόλου ἀράμενος, τὸν στέφανον τῆς ἀναστάσεως
ὑπὲρ ἡμῶν ἀνεδήσατο · καὶ οὕτως ό νέος Ἀδὰμ, τὸν
παλαιὸν ἀνενεώσατο. Καὶ τοῦτό ἐστιν ὃ λέγει ὁ θεῖος
Ἀπόστολος ο Τοῦτο φρονείσθω ἐν ύμῖν,ὃ καὶ ἐν
Χριστῷ Ἰησοῦ κ. τ. ἐξ.
ιγ’. Οὗτος οὖν ἦν ὁ σκοπὸς τοῦ Κυρίου, ἵνα τῷ μὲν
Harp! ὑπακούσῃ μέχρι θανάτου ὡς ἄνθρωπος ὑπὲρ
ἡμῶν, φυλάττων τὴν ἐντολὴν τῆς ἀγάπης· τὸν δὲ
διάϐολον ἀμύνηται τῷ πάσχειν ὑπ’ αὐτοῦ, διὰ τῶν
ὖπ* αὑτοῦ ἐνεργουμένων Γραμματέων καὶ Φαρισαίων·
καὶ οὕτως ἐνίκησε τῷ νικᾶσθαι ἑκουσίως, τὸν νικᾷν
ἐλπίσαντα, καὶ τὸν κόσμον ἐρρύσατο τῆς αὑτοῦ δυνα-
στείας. Τοῦτον τὸν τρόπον ὁ Χριστὸς ἐξ ἀσθενείας
ἐσταυρώθη· δι’ ἧς ἀσθενείας τὸν θάνατον ἐνέκρωσε,
καὶτὸν τὸ κράτος ἔχοντα τοῦ θανάτου κατήργησε.
Τοῦτον τὸν τρόπον καὶ ὁ Παῦλος ὲν ἐαυτῷ ἠσθένει,
καὶ ἐκαυχᾶτο ἐν ταῖς ἀσθενείαις, ἵνα ἐπισκηνώσῃ ὲν
αὖτῷ ἡ δύναμις τοῦ Χριστοῦ.
ιδ’. Ταύτης τῆς νίκης τὸν τρόπον μαθὼν, ἔλεγεν
Ἐφεσίοις γράφων · Οὐκ ἐστιν figite ἡ πάλη πρὸς
αἷμα καί σάρκα · ἀλλὰ πρὸς τὰς ἀρχὰς, πρὸς τὰς
ἐξουσίας, καὶ τὰ ἑξῆς. Τόν τε θώρακα τῆς δικαιο-
σύνης ἀναλαϐεῖν φησι, καὶ τὴν περικεφαλαίαν ἑλ-
πίόος, καὶ τὸν θυρεὸν τῆς πίστεως, καὶ τὴν μάχαιραν
τοῦ πνεύματος, ἵνα δυνηθῶσι πάντα τὰ βέλη τοῦ πο-
νηροῦ τὰ πεπυρωμένα σϐέσαι, οί πρὸς τοὺς ἀοράτους
ἐχθροὺς τὸν πόλεμον ἔχοντες · ἔργῳ [Fr. al. Μ. Νοί).
ἔργοις] δὲ τὸν τρόπον τῆς πάλης ἐπιδεικνύμενος,
ἔλεγεν· Ἐγὼ οὖν οὕτως τρέχω, ὡς οὐκ ἀδήλως·
οὕτως πυκτεύω, ὡς οὐκ ἀέρα δαέρων · ἀλλ’ὑπο-
mde μου τὸ σῶμα καὶ δουλαγωγῶ , μήπως ἄλ·
λοις κηρύξας, αὐτὸς ἀδόκιμος γένωμαι. Καὶ πάο
λιν⁸ Ἄχρι τῆς ἄρτι ὥρας καὶ πεινῶμεν καί διψῶ-
μεν καὶ γυμνητεύομεν, καὶ κολαφιζόμεθα. Καὶ
πάλιν · Ἐν κόπῳ καὶ μόχθῳ ⁸ ἐν ἀγρυπνίαις πολ-
λάκις, ἐνψύχει καὶ γυμνότητι, χωρὶς τῶν παρεκτός.
’⁵ Philipp
. ιι, 5. ³⁷ 11 Cor. xm, 4. " llehr. ιι, Η. *ν ll Cor. xu, 9.
r. Ix, 26, 27. ³³ l Cor. Iv. ll. ⁸³ ll Cor. x1. 9.7.
l5. ³⁷ ler. ιι, 26, 27. ³³ l Cor. Iv. ll.

OCR text from a scan; reading errors may remain.

Save for later

Enter your email and we will send you a sign-in link. No password. What you save (articles, verses, chapters, documents) follows you to any device.