PG 93, col. 40

ὑπέρχρωτὸς, καὶ πάντα ὅσα ἔχει, προήσεται Δπέρ
τῆς ψυχῆς αὐτοῦ. Ἐλεγχθεὶς ὁμισάνθρωπος, κάν-
ταῦθα πάλιν ἀναισχυντεῖ, καί φησιν, Οὐδὲν μέγα, εἰ
ἀλλοτρίων σωμάτων πεπονθότων, οὐκ ἐδυσφήμησε,
δεδοικὼς μή σε παροργίσῃ, καὶ κατὰ τοῦ ἰδίου σώ-
ματος ἐνέγκῃ τὴν πληγήν· τοῦτο γάρ ἐστιν ὅ λέγει,
δέρμα ὑπέρ δέρμματος· καὶ γὰρ πολλάκις τις, ἵνα
μὴ εἰς ὀφθαλμὸν βλαβῇ, τὴν χεῖρα προτείνει, καὶ
εἰς τὸ ἦττον τίμιον μέλος δέχεται τὴν πληγὴν,
δέρμα ὑπὲρ δέρματος προῖσχόμενος, ἵνα σώσῃ τὸ
καιριώτερον. Τί οὖν θαυμαστὸν, εἰ τὰ ὑπάρχοντα
προήκατο; ὁπότε καὶ σῶμα ὑπὲρ αώματος πολλάκις
προέμεθα, καὶ πληγῆς φερομένης τυχὸν κατὰ ττοῦ
ὀφθαλμοῦ, ἢ τῆς κεφαλῆς, τὴν χαῖρα ἀντιθέντες, τὸ
καιριώτερον μέρος τῆς πληγῆς ἀπηλλάξαμεν ⁵, κσὶ
ἅπανεα δὲ τὸν πλοῦτον ἑτοίμως προτείνομεν, ὑπὲρ
τῆς ἐαυτῶν σωτηρίας. Ἐστι δὲ καὶ ἄλλως νοεῖν τὸ
ῥητόν· ἐξευτελίζων τὴν τοῦ δικαίου πρὸς Θεὸνεὐφη-
μίαν ὁ πονηρὸς, ὅέρμα, φησὶν, ὑπέρ δέρματος δέ-
δωκε, τουτέστιν , εἰς ὀλίγα βλαβεὶς, ὀλίγον τινὰ εὐ-
φημίαν προσήγαγε· καὶ οὐδὲν μέγα, εἰ τῶν ὑπαρ-
χόντων ἄνθρωπος καταφρονῇ , ἵνα αὐτὸς μὴ βλαβῇ·
τὸ γὰρ, τῆς άυχῆς αὐεοῦ, ἀντὶ τοῦ, ἐαυεαῦ, εἴρη-
ʼ.«
« Οὐ μὴν δὲ ἀλλὰ ἀποστείλας τὴν χεῖρά σου, ἅψαι
τῶν ὀστῶν αὐτοῦ καὶ τῶν σαρκῶν αὐτοῦ· ἦ μὴν εἰς
πρόσωπόν σε εὐλογήσει. »
λλυμπιοδώρου καὶ Χρυσοστόμου. Ὡμὸν τὸ θη-
ρίον καὶ ἀναίσχυντον· οὐ γὰρ ἀνέχεται, μόνον τῶν
ἡμετέρων ἐμφορηθῆναι σαρκῶν, ἀλλὰ καὶ μέχρις
ὀστῶν καὶ μυελῶν διελθεῖν βούλεται· οὐκ ἀπορεῖ πο-
νηρίας, εὐρίσκει πάλιν ἐπίνοιαν. Οὐδὲν, φησὶ, μέγα,
εἰ ἀπώλεσε κτήματα, ἡδέως πάντων καταφρονήσας,
ἴνα ἐαυτὸν σώσῃ. Ἀλλὰ μὴν [τί τοῦτο;] εἰ τὴν ψυχὴν
οὐ δίδως λαβεῖν ; Τοῦτο γὰρ ἐνέφηνε ζητῶν διὰ τοῦ
λέγειν, Πώτα ὑπέρ τῆς αὐτοῦ ψυχῆς ἐκτίσει·
τὸ γοῦν σῶμα πλῆξον. Διὰ τί δὲ μὴ ἐξ ἀρχῆς τοῦτο
ῇτησεν; ἐλογίσατο ὅτι εἰ συμβῇ αὐτὸν ἡττηθῆναι,
βέλτιον ἀπὸ τῶν ἐλαττόνων τὴν νίκην ἐνεγκεῖν· εἰ δὲ
μὴ, ἀπὸ τοῦ σώματος περιέσομαι [ῖσ. περιέσεσθαι).
Οὐ πολλοῦ λόγου, φησὶ, τὰ χρήματα τοῖς ἀνθρώποις,
ὑπὲρ γὰρ σωτηρίας τῆς οἰκείας ψυχῆς ἅπαντα διδό-
ασιν. Οὐχ ἀπλῶς δὲ, τῶν σαρκῶν, εἶπεν, ἄῤαα,
ἀλλʼ ὥστε καὶ ἔνδοθεν τεχθῆναι [ἔσ. τεθῆναι ]τὸ κα-
κὸν, οὕτω μετὰ πονηρίας διαλέγεται. Δείκνυται δὲ
καὶ ἐντεῦθεν, ὡς οὐδεμίαν ἔχει καθʼ ἡμῶν ἐξουσίαν
ὁ ἀρχαῖος δράκων, εἱ μὴ ὑπὸ Θεοῦ συγχωρηθῇ, κατὰ
τὰς ἀῤῥήτους αὐτοῦ περὶ ἡμᾶς οἰκονομίας, καὶ ὡς
ἀνελεῖν μὲν ἄνθρωπον δύναται, εἰ λάβοι συγχώρησιν,
κακὸν δὲ ποιῆσαι οὐ δύναται, παρὰ Θεοῦ δὲ ἐξαιτεῖ.
ἶδε γὰρ εἰ καὶ ἔπεσεν, ὅτι, εἰ μὴ Θεὸς ἐπιτρέψει,
οὐδὲν αὐτὸς κατά τινος δύναται, τῆς ἐπιτροπῆς οὕτω
νοουμένης, ὅτι σοφῶς γίνεται, ἅτε παρὰ Θεοῦ γινο-
μένης. Ὁ δὲ λέγει, τοιοῦτόν ἐστι, Περίελε αὐτοῦ τὴν

OCR text from a scan; reading errors may remain.

Save for later

Enter your email and we will send you a sign-in link. No password. What you save (articles, verses, chapters, documents) follows you to any device.