PG 94, col. 1232

ΤΟΥ ΑΓΙΟΥ
ΙΩΑΝΝΟΥ ΤΟΥ ΔΑΜΑΣΚΗΝΟΥ
ΛΟΓΟΣ ΠΡΩΤΟΣ ΑΠΟΛΟΓΗΤΙΚΟΣ
ΠΡΟΣ το ΥΣ ΔΙΑΒΑΛΛΟΝΤΑΣ ΤΑΣ ΑΓΙΑΣ ΕΙΚΟΝΑΣ.
.-
S. JOANNlS DAMASCENI
ORATIO APOLOGETICA PRIOR
ADVERSUS EOS'QUI SACRAS IMAGINES ABJICIUNT.
α’. Ἐχρῆν μὲν ἡμᾶς ἀεὶ τῆς ἑαυτῶν συναισθανο-
μὲνους ἀναξιότητος, σιγὴν ἄγειν, καὶ¹ Θεῷ τὴν τῶν
ἡμαρτημένων ἡμῖν προσάγειν ἐξομολόγησιν· ἀλλ’
ἐπειδὴ πάντα καλὰ ἐν καιρῷ αὐτῶν, όρῶ δὲ τὴν Ἐκ-
κλησίαν, ἦν ό Θεὸς ᾠκοδόμησεν ἐπὶ τῷ θεμελίῳ τῶν
ἀποστόλων καὶ προφητῶν, ὄντος ἀκρογωνιαίου Χρι-
στοῦ τοῦ Υἱοῦ αὐτοῦ, βαλλομένην ὥσπερ Θαλαττιῳ
κλύδωνι, κύμασιν ἁλλεπαλλήλοις κορυφουμὲνῳ, ἐξ
ὲπαχθεστάτης φορᾶς τῶν πονηρῶν πνευμάτων κυ-
κωμένην τε καὶ ταραττομένην, καὶ τὸν χιτῶνα Χρισ
στοῦ τὸν ἄνωθεν ὑφαντὸν, διαιρούμενον, ὃν ἀσεϐῶν
διελεῖν ηὑοαδίσαντο παῖδες, καὶ¹ τὸ σῶμα αὑτοῦ εἰς
διαφόρους κατατομὰς τεμνόμενον, ὅ ἐστιν ὁ τοῦ Θεοῦ
λόγος, καὶ ὴ τῆς Ἐκκλησίας ἄνωθεν κεκρατηκυῖα
παράδοσις, οὐκ εὔλογον ἡγησάμην σιγᾷν, καὶ δεσμὸν
ἐπιθεῖναι-τῇ γλώσση, ὴιπειλημένην ἀπόφασιν
ὑφορώμενος, τὴν φάσκουσαν ο ι Ἐὰν ὑποστείλῃ, οὐκ
εὐδοκεῖ ὲν σοὶ ή ψυχή μου. ι Καί · ι Ἐὰν ἴδῃς τὴν
ῥομφαίαν ἐρχομένην, καὶ μὴ ἁναγγείλῃς τῷ ἀδελφῷ
σου, ὲκ σοῦ ὲκζητήσω τὸ αἷμα αὑτοῦ. ι Φόϐῳ τοίνυν
ἀφορήτῳ βαλλόμενος, ἐπὶ τὸ λέγειν ἐλήλυθα, οὐ
βασιλέων ὕψος πρὸ τῆς ἀληθείας τιθείς’ ι ’ῐοίλάλουν
γὰρ, ι ἥκουσα τοῦ θεοπάτορος λέγοντος Δαῧὶδ,
«ἐναντίον βασιλέων, καὶ οὐκ ᾐσχυνόμην’ ι ἀλλὰ

OCR text from a scan; reading errors may remain.

Cited in the encyclopedia

Save for later

Enter your email and we will send you a sign-in link. No password. What you save (articles, verses, chapters, documents) follows you to any device.