PG 94, col. 1508

ΟΡΘ. Τί ἐστιν ἀγνοιας MAN. Τὸ μὴ ἔχειν γνῶσιν.
ΟΡΘ. Τὸ, μὴ, στερητικόν ὲστιν; ῆ ἀποφαντικὸν,ῆ
ἑκτικόν. MAN. Τὸ, μὴ, στε ρητικόν ἐστιν. ΟΡΘ. Mi;
δν λέγομεν; τδ ἐστερημένον τοῦ εῐναι; ΜΔΝ. Δη-
λονότι. ΟΡΘ. Οὐκοῦν ή ἄγνοια, τὸ μὴ ἔχειν γνῶσίν
ἐστι · τὸ δὲ, μὴ, στερητικόν· ή ἄγνοια ἀρα στέρησις,
καὶ ούχ ἕξις. MAN. Ὀρθῶς εἴρηκας. ΟΡΘ. ΕΞ
οῦν ἀλήθεια γνῶσις, ἕξις δηλονότι · εἱ δὲ, τὸ sparsos,-
ἄγνοια, στέρησις κατά τὸν τῆς ἀληθείας λόγον’
ἔσται οῦν ἡ μὲν ἀλήθεια ἕξις, τὸ δὲ ψεῦδος, στέρη-
σις⁸ καὶ ἔσται ή μὲν ἀλήθεια, ὃν, τὸ δὲ ψεῦδος. μὴ
δν. MAN. Ἐκ παντὸς. ΟΡΘ. Ψεῦδος ἡ κακία,ή
ἀλήθεια; MAN. Ψεῦδος. ore. Οὐκ ὃν ἄρα ἡ κα-
κία, καὶ ὅντως στέρησις, καὶ μὴ δν ο καὶ ὡς στέρηο
σις ἕξει, ἀντίκειται τῷ ἀγαθῷ.Ἀλλ’ ἐπὶ τὸ προκεί-
μενον ἐπανέλθωμεν. MAN. Ἐλθωμεν.
β’. ΟΡΘ. Μίαν ἀρχὴν λέγεις τῶν ὄντων, ἢ δύος
MAN. Δύο, μίαν μὲν ἀγαθὴν, καὶ μίαν πονηρά-δ’ καὶ
τὴν μὲν ἀγαθήν ὀνομάζω δένδρον ἀγαθὸν, παντός
ἀγαθοῦ περιεκτικὸν καὶ ποιητικὸν, μὴ δυνάμενον
καρπὸν κακὸν ποιεῖν’ τὴν δὲ πονηρὰν, σκότος, φθο-
ρὰν, δένδρον πονηρὸν, παντὸς πονηροῦ καὶ κακίας
ποιητικὸν , μὴ δυνάμενον καρπὸν ἀγαθὸν ποιεῖν.
ΟΡΘ. Κοινωνοῦσιν ἀλλήλαις αῦται αί δύο ἀρχαὶ, ἧ
οῦς MAN. Παντελῶς ἁκοινώνητοι. καὶ ἐναντίαι
ἀλλήλαις ὑπάρχουσιν. ΟΡΘ. Ἐν ἀλλήλαις, καὶ σὺν fi
ἀλλήλαις εἰσὶν, ἢ κεχωρισμέναις MAN. Κεχωρι-
σμέναι ἦσαν ἐξ ἀρχῆς, ἑκάστη ἐν τοῖς ἰδέοις ὅροις.
ΟΡΘ. Πῶς οὖν νῦν είσι συμμεμιγμέναι; MAN. Ἦν
ὁ ἀγαθὸς ὲν τῷ ἰδίῳ τόπῳ, ὲν πάσῃ ἁγαθοσύνῃ καὶ
μακαριότητι, ἡ δὲ ὕλη, ήγουν ἡ κακία, ἄζωος.
ἀκίνητος, αίσχρά, σκότος δυσειδὲς, ἀναίσθητος sua
πολλοὺς αἰῶνας · ὕστερον δὲ ἐστασίασεν ἡ ῦλη πρὸς
ἑαυτὴν, καὶ οἱ καρποὶ αὐτῆς ἐπολέμησαν πρὸς ἀλλή-
λους· καὶ τῶν μὲν διωκόντων, τῶν δὲ φευγόντων,
ἔφθασαν είς τά ὅρια τοῦ φωτός ο καὶ ἰδόντες τὸ φῶς,
ἐπεθύμησαν τοῦ κάλλους αὑτοῦ, καὶ ἐπαύσαντο τοῦ
πρὸς ἀλλήλους πολέμου, καὶ συμφωνήσαντες πρὸς
ἀλλήλους, ὲπέθεντο τῷ φωτίο καὶ, ἀπέστειλεν δ ἀγα-
θὸς τὴν δύναμιν παρ’ αὐτοῦ, καὶ συμπλοκῆς γενο-
μένης, ἕφαγον μέρος τοῦ φωτὸς, οἱ ἄρχοντες τοῦ πό-
τους. Παρεχώρησε γὰρ ὁ ἀγαθὸς ἀρπαγήναι δύναμιν
ἐξ αὐτοῦ ⁸ καὶ φοϐηθεὶς, ἵνα μὴ κατακυριεύσωσι τοῦ
τόπου αὐτοῦ, τοῦτο ἐποίησεν, ἵνα διὰ τῆς μοίρας, ἧς
παρέδωκε, κατακυριεύσῃ τῆς κακίας. Kal. οὕτως ἐγέ-
νετο σύγκρασις τοῦ ἀγαθοῦ καὶ τοῦ πονηροῦ. Ἐκ γὰρ
τῆς μοίρας τοῦ ἀγαθοῦ, ἐγένοντο αἱ ψυχαὶ, ἐκ δὲ τῆς
οὐσίας τῆς κακίας, τὰ σώματα. ΟΡΘ. Τέως περὶ
τούτων διασκεψώμεθα. MAN. Διασκεψώμεθα.

OCR text from a scan; reading errors may remain.

Save for later

Enter your email and we will send you a sign-in link. No password. What you save (articles, verses, chapters, documents) follows you to any device.