PG 94, col. 1533

μηδὲ προγνώστης, μωρός’ τὸν δὲ μωρὸν, πῶς λέγεις
ἀγαθόν ;
Καὶ πάλιν · Εἰ ὅλον τὸ σκότος εἰσῆλθεν εἰς τά ὅρια
τοῦ φωτὸς, κενός ἔμεινεν ό τόπος αὑτοῦ ⁸ εἰδὲ μέρος
αὑτοῦ, πῶς μέρος ἐνίκησε τὸν ὑπὸ τοῦ ἀγαθοῦ ἁπο-
σταλέντα πολεμῆσαι αὐτῷξς ἄσοφος γὰρ ὁ ἀποστέλλων
ἀσθενέστερον πρὸς ἰσχυρότερον ε · ἢ ἀσθενὴς ὁ ἁγα-
Ὁὸς, ό δὲ πονηρὸς ἰσχυρότερος.
Καὶ πάλιν· Et μὲν ἑκουσίως προέδωκεν ό ἀγαθὸς
μέρος αὐτοῦ, τουτέστι τὴν ψυχὴν, οὐκ ἀγαθὸς, ἀγα-
θὸν κακῷ ἐκδιδούς. Πῶς δὲ αὐτὸς, ὃς ἔκδοτον δέδωκε
τὴν ψυχὴν τῷ πονηρῷ, κρίνει τοὺς δουλεύοντας τῷ
πονηρῷς ἐροῦσι γὰρ αὐτῷ· Σὺ παρέδωκας ἡμᾶς.
’ Ἀνῄρηται ἡ κρίσις. El δὲ αὐτοῦ μὴ θέλοντος ἀφήρ-
πασαν μέρος αὐτοῦ οἱ ἄρχοντες τῆς κακίας , ἀσθενέ-
στερός ἐστι, καὶ ἀμαθέστερος εί πρῶτον μὲν ἀπο-
λέσας μέρος αὐτοῦ, δεύτερον μὴ δυνηθεὶς ἀφαρπάσαι
τὸ ἐξ αὐτοῦ ἁρπαγέν. Et γὰρ ἐξ ἀρχῆς οὐκ ἠδυνήθη,
οὐδὲ μετὰ ταῦτα δυνηθήσεται.
Πῶς δὲ παραλαϐὼν τοὺς ἄρχοντας τῆς κακίας
ἒσταύρωσε, καὶ ὲκ τῶν σαρκῶν αὑτοῦ ἐποίησε τοὺς
ἀνθρώπους; ἐκ δὲ τῶν ὀστῶν αὑτοῦ ca ὅρη, τὸ δὲ
μέρος αὐτοῦ τὸ ἀρπαγὲν οὐ παρέλαϐες καὶ οὕτως δὲ
ἀναιρεῖται ή κρίσις. Ἀναίτιοι γὰρ οἱ ἁμαρτάνοντες θ
εί γὰρ αὐτὸς οὐκ ἐδυνήθη τὸ μέρος αὑτοῦ ἀπολαϐεῖν,
πῶς ὴ ψυχὴ κατακυριευθεῖσα δυνηθήσεται μὴ ἁμαρ-
τάνειν, καλ⁸ ἀναίτιος gerat; Καὶ εἰ τελευταῖον δεσμή-
σει ό ἀγαθὸς τὴν κακίαν, ἀπολήψεται τελείως τὴν
ψυχὴν, καὶ οὐ κολασθήσεται ἄνθρωπος.
Καὶ πάλινο Εἰ ἐκ τοῦ σώματος τῇ ψυχῂ ή κακία,
ἀναίτιος ή ψυχή.
Καὶ πάλιν ’ Τὸ σῶμα νεκρὸν κείμενον, οὐχ ἁμαρ-
τάνει. Οὐκοῦν οὐκ ὲκ τοῦ σώματος ἡ ἁμαρτία, ἀλλ’
ix τῆς ψυχῆς.
τ ς υ ς. .
λ’Ϊ] Πῖρίζ 21ης, εὶ ἀσώματος. - Εἴπατε δὲ ἡμῖν,
ὖ) Μανιχαῖοι, ήπ παρ’ ὑμῖν ἄναρχος κακία, ἣν ὓλην
ὓνομάζετε. ἀσώματός ἐστιν, ἣ σῶμα, ἦ σύνθετονς
καὶ εί μὲν ἀσώματος, πῶς ’ὕλη ; ἡ γὰρ ὕλη οὐκ ἀσώ-
ματος. Ἀλλ’ ἴσως ἐρεῖτε, ὅτι ἀσώματος μέν ἐστιν,
ἐποίησε δὲ τὸ σῶμα. Εἴπατε οὖν ἡμῖν, ὲκ τῆς οὐσίας
αὐτῆς, ἢ ὲκ τοῦ μὴ ὅντοςς Καὶ εἰ μὲν ἐκ τῆς ἑαυτῆς
ὀὐσίας εἴπητε, ψεύδεσθε.Ὲκ γὰρ ἀσωμάτου οὐσίας
σῶμα οὐ προέρχεται· τὸ γὰρ φύσει πεφυκὸς, οὐ μεθ-
,ἔσταλται ⁸ οὔτε ἐξ ἀσωμάτου εἰς σῶμα οὐσία τραπήσε-
ται, οὐδὲ ὲκ σώματος είς ἀσώματον, οὐδὲ ὲκ λογικοῦ,
τίς ἄλογον, οὐδὲ ἐξ ἀλόγου εἰς λογικόν. Ἡ γὰρ οὐσιὼδης
νΑιιιλΕ LECTIONES.
δ Basil. πρὸς ἰσχυρότερα. At Latina translatio habet fortiori.

OCR text from a scan; reading errors may remain.

Save for later

Enter your email and we will send you a sign-in link. No password. What you save (articles, verses, chapters, documents) follows you to any device.