PG 94, col. 532

τῇ τοῦ διδόντος Θεοῦ χάριτι.
Ἐπειδὴ δὲ φησὶν ὁ θεῖος Ἀπόστολος ' πάντα δο-
ιιμάζοντες, τὸ καλὸν κατέχετε, ὲρευνὴσωμεν καὶ
ῖῶν ἔξω σοφῶν τοὺς λόγους. Ἴσως τι καὶ παρ’ at}-
τοῖς τῶν ἀγωγίμων εὑρήσομεν, καί τι ψυχωφελὲς
ιαρπωσόμεθα. Πᾶς γάρ τεχνίτης δεῖται καί τινων
πρὸς τὴν τῶν ἀποτελουμένων κατασκευήν. Πρέπει
δὲ καὶ τῇ βασιλίδι ἄϐραις τισὶν ὑπηρετεῖσθαι. Aci-
ϐωμεν τοίνυν τοὺς δούλους τῆς ἀληθείας λόγους, καὶ
τὴν κακῶς αὐτῶν τυραννήσασαν ἀσέϐειαν ἀπωσιῦ-
μεθα · καὶ μὴ τῷ καλῷ κακῶς χρησώμεθα · μὴ πρὸς
ὲξαπάτην τῶν ἁπλουστέρων τὴν τέχνην τῶν λόγων
μεταχειρισόψεθα ο ἀλλὰ εἰ καὶ μὴ δεῖται ποικίλων
σοφισμάτων ὴ ἀλήθεια, πρός γε τὴν τῶν κακομάχωνο
καὶ τῆς ψευδωνύμου γνώσεως ἀνατροπὴν τούτοις
ἀποχρη σώμεθα.
necnon ad eversionem falsi nominis scientia,
Ἐκ τούτων τοίνυν τὴν ἀρχὴν ποιησώμεθα, ὡς
στοιχείων, καὶ τοῖς ἔτι δεομένοις γάλακτος ἁρμοζόν-
των, Χριστὸν, τὸν τοῦ Θεοῦ ὲνυπόστατον Λόγον,
ἀγωγὸν ἐπικεκλημένοι, παρ’ οὗ πᾶσα δόσις
ἀγαθὴ, καί πᾶν δώρημα δίδοται τέλειον. Ἔσται
δὲ σκοπὸς τοῖς ἐντυγχάνουσι πρὸς τὸ μακάριον τέλος
καθορμισθῆναι τὸν νοῦν. Τοῦτο δέ ἐστι τὸ διὰ τῶν
αἰσθήσεων ἀναχθῆναι πρὸς τὴν τ ὑπὲρ πᾶσαν αἴσθη-
σιν καὶ κατάληψιν · ὃς ἐστιν ό τῶν πάντων αἴτιος,
καὶ ποιητὴς, καὶ δημιουργός. Ἐκ γὰρ καλλονῆς
οικείων κτισμάτων ἀναλόγως ό τενεσιουργὸς
κατοπτεύεται, Καὶ τὰ ἀόρατα αὐτοῦ, ἀπὸ κτίσεως
κόσμου τοῖς ποιήμασι νοούμενα , καθορᾶται.
Ἀκενοδόξῳ τοίνυν καὶ ταπεινῷ φρονήματι τῆς γνὼ-
σεως ἐφιέμενοι τοῦ ποθουμένου τευξόμεθα. Οὐ γὰρ
δύνασθε πιστεύειν είς ἐμὲ, ἔφη Χριστὸςή ἀλήθεια,
δόξαν παρὰ ἀνθρώπων λαμϐάνοντες. Καὶ, Πᾶς d
ὑψῶν ἑαυτὸν, ταπεινωθήσεται, ό δὲ ταπεινῶν
ἑαυτὸν, ὑψωθήσεται.
ΚΕΦΔΛ. Β’.
γ Τίς ό σκοπός ⁵.
Ἐπειδὴ πᾶς ἀσκόπως ἐναρχόμενος πράγματος
tl. ⁸ Sap. χιιι, 3. ’ Rom. ι, 20. ’θ Joan. ν, Η. Ι

OCR text from a scan; reading errors may remain.

Save for later

Enter your email and we will send you a sign-in link. No password. What you save (articles, verses, chapters, documents) follows you to any device.