PG 94, col. 533

ἀπάρξασθαι. καὶ παντοδαπὴν γνῶσιν, ὅση δύναμις,
συντετμημένως τῇ παρούσῃ ὲνυπογράψασθαι δέλτῳ.
Διὸ ΠΗΓΗ ΓΝΩΣΕΩΣ ὀνομαζέσθω. Ἐρῶ τοιγαροῦν
ἐμὸν οὐδέν’ τὰ δὲ σποράδην θείοις τε καὶ σοφοῖς ἁν-
δράσι λελεγμένα, συλλήϐδην ἐκθήσομαι. Ἀμεινον
οὖν πρότερον γνῶναι αὐτόχρημα, τί ἐστι φιλο-
σοφία.
ΚΕΦΑΛ. Γ’.
Περὶ φιλοσοφίας.
Φιλοσοφία ἐστὶ γνῶσις τῶν ὄντων ὄντα ὲστί·
τουτέστι, γνῶσις τῆς τῶν ὄντων φύσεως. Καὶ πάλιν ο
⁴ιηλοσοφία ἐστὶ γνῶσις θείων τε καὶ ἀνθρωπίνων
πραγμάτων· τουτέστιν ὁρατῶν τε, καὶ ἀοράτων.
Φιλοσοφία πάλιν ἐστὶ μελέτη θανάτου, τοῦ προαιρε-
τικοῦ, καὶ τοῦ φυσικοῦ (4). Διττὴ γὰρ ζωὴ, ἧντε
φυσικὴ. καθ’ ἢν ζῶμεν · καὶ ἡ προαιρετική, καθ’ ἢν
προσπαθῶς τῆς παρούσης ζωῆς ἀντεχόμεθα. Διττδς
καὶὸ θάνατος, ὅ τε φυσικὸς, ὃς ἐστιχωρισμδς ψυχῆς
ἀπὸ σώματος· καὶ ὁ προαιρετικὸς, καθ’ ὃν τῆς
παρούσης ζωῆς καταφρονοῦντες, πρὸς τὴν μέλλου-
σαν ἐπειγόμεθα. Φιλοσοφία αὖθίς ἐστιν ὁμοιοῦσθαι τ
ΘεῷηὈμοιούμεθα δὲ Θεῷ κατὰ τὸ σοφὸν, ῆτοι τὴν
ἀγαθοῦ γνῶσιν ἀληθῆ · καὶ κατὰ τὸ δικαίον, ὅ ἐστι
τὸ τοῦ ἴσου διανεμητικὸν καὶ ἁπροσωπόληπτον έν
κρίσει- καὶ κατὰ τὸ ὅσιον δὲ τὸ ὑπὲρ τὺ δίκαιον,
ἦτοι τὸ ἀγαθὸν, τὸ εὐεργετεῖν τοὺς ἀδικοῦντας. Φιλο-
σοφία ὲστιτέχνη τεχνῶν, καὶ ἐπιστήμη ἐπιστημῶν ⁸ ἠ
γὰρ φιλοσοφία ἀρχή ἐστι πάσης τέχνης. Δι’ αὐτῆς γὰρ
πᾶσα τέχνη εὕρηται, καὶ πᾶσα ἐπιστήμη· τέχνη οὖν
ἐστιν ἡ ἐν τισι σφαλλομένη, κατά τινας. Ἐπιστήμη
δὲ, ἡ ἐν μηδενὶ σφαλλομένη, μόνη δὲ φιλοσοφία ού
σφάλλεται. Καθ’ ἐτέρους δὲ, τέχνη ἡ διὰ χειρῶν έρ-
γαζομένη, ἐπιστήμη δὲ, πᾶσα λογικὴ τέχνη ο γραμ-
ματική, ῥητορική, καὶ αἱ τοιαῦται. Φιλοσοφία πάλιν
ἔστι φιλία σοφίας. Σοφία δὲ ἀληθὴς, 6 Θεός ἐστιν,
ή οὖν ἀγάπη πρὸς τὸν Θεὸν αῦτη ἐστὶν ἀληθὴς
φιλοσοφία.
rationem exercetur, ut sunt grammatica, rhetorica, et aliae id genus. Denique philosophia est amor
sapientiae. Porro vera sapientia Deus est, atque adeo dilectio erga Deum, ipsa est vera philosophia.
Διαιρεῖται δὲ ή φιλοσοφία εἰς θεωρητικὸν καὶ
πρακτικόνο τὸ θεωρητικὸν, εἰς θεολογικὺν, φυσιολο-
τικδν, καὶ μαθηματικόν ⁸ τὸ δὲ πρακτικὸν, είς ἠθι-
κον, οἰκονομικόν, πολιτικόν (5). Θεωρητικὸν μὲν οῦν
ἐστι τὸ τὴν γνῶσιν κοσμοῦν. Ἔστιν οὖν θεολογικὸν τὸ
κατανοεῖν ,τὰ ἀσώματα καὶ asta. Πρῶτον μὲν Θεὸν
τδν ὅντως ἅῢλον. Ἔπειτα δὲ καὶ ἀγγέλους καὶ ψυχάς.
Φυσιολογικδν δὲ, ή τῶν ύλικῶν, καὶ προχείρων ἡμῖν
ι ἕθΉῖ ὁμοίωσις, et in margine luce similitudo lieri dicitur κατὰ τὸ δυνατὸν, id est, quantum ίιοηιίηί
possibile est. Idem codex, τοὺς αὑτὸν ἀδικοῦντας.
NOTAE .
(ι) Ammon. Proles. in lsagogcn Porphyrii. (5)Ammonius, ibid.

OCR text from a scan; reading errors may remain.

Save for later

Enter your email and we will send you a sign-in link. No password. What you save (articles, verses, chapters, documents) follows you to any device.