PG 94, col. 541

θρωπος. Καὶ ἐὰν εἴπῃς, ὅτι οὐκ ἕστιζῶον, οὐκέτι
ἐστὶν ἄνθρωπος ῐ . Καὶ ἐὰν εἴπῃς, ὅτι οὐκέστι λογικὸν,
οὐκ ἐστιν ἄνθρωπος. Ὁμοίως δὲ καὶ ἐὰν εἴπῃς, ὅτι
οὐκ ἔστι θνητὸν, οὐκ ἔστιν ἄνθρωπος. Πᾶς γὰρ ἄν·
θρωπος, καὶ ζῶόν ἐστι, καὶ λογικὸν, καὶ θνητόν. Διὰ
τοῦτο οὗν λέγονται οὐσιῶδεις,ὄτι αὗται συμπληροῦσι
τὴν φύσιν τοῦ ἀνθρώπου, καὶ ἀδύνατον συστῆναι
τὸν ἄνθρωπον ἐκτὸς αὐτῶν. Ὁμοίως καὶ ἐπὶ ἑκάστου
πράγματος, τὰ συνιστῶντα τὴν φύσιν, οὐσιώδη λέ-
γονται. Ἐπουσιὼδη δὲ τὰ συμϐεϐηκότα, ἆ τινα ἐν.
δέχεται εἶναι ὲν τῷ ὑποκειμένῳ, ἀνθρώπῳ τυχὸν, ἢ
ἵππῳ, ἤ ἑτέρῳ τοιούτῳ τινὶ, καὶ μὴ εἶναι ' οἷον τὸ
).ευκόν.¹1(ἂν¹γ.ἀρ ἐστί τις λεῦκδς, κᾶν μέλας, οὐδὲν Β
ἦττον ἔσται ἄνθρωπος. Ταῦτα οὖν, καὶ τὰ τοιαῦτα
ἑπουσιὼδη εἰσὶν, ἤγουν συμὸεὸηκότα, ἃ τινα αὐτά
τε δυνάμεθα ἔχειν, καὶ τὰ τούτων ἐναντία.
Ἦ οὐλσιώδης φωνὴ, ἥτδ τι ἐστι δηλοῖ, ἢ τὸ ὁποῖον
τι ἐστι ' οἷον ἐρωτώμενοι, τι ἐστιν ἅνθρωπός φαμεν,
ζῶον. Εἶτα ἐρώτωμενοι, ὁποῖον ζῶον, λέγομεν λο-
γικὺν θνητόν. 'll οὖν οὐσιὼδης φωνὴ, ἡ δηλοῦσα τὸ
ποῖον τί ἐστι, λέγεται διαφορά. Ἠ δὲ δηλοῦσα, τὸ τί
ἐστιν, ἦ πολλὰ εἴδη σημαίνει, καὶ ποιεῖ τὸ γένος’
ἢ πολλοὺς, τῷ ἀριθμῷ μὲν διαφέροντας ἀλλήλων, τῷ
εῶει δὲ οὐδαμῶς, καὶ ποιεῖ τὸ εἰδός· τὸ μὲν πρότε-
ρον, ἤγουν γένος, οἷον ἡ οὐσία’ ἡ γὰρ οὐσία ση-
μαίνει, καὶ ἄνθρωπον,καὶ ἵππον, καὶ βοῦν. ’Έκαστον
γὰρ αὐτῶν οὐσία τε λέγεται, καὶ ἐστιν ’ ἄλλο δὲκαὶ
ἄλλο εἶδος ὑπάρχει ἕκαστον. Τὸ δὲ δεύτερον, ἧγουν
τὸ εἶδος, οἷον 6 ἄνθρωπος · σημαίνει γὰρ πολλοὺς,
ἤγουν πάντας τοὺς κατὰ μέρος ἀνθρώπους, ὅ τινες
τῷ ἀριθμῷ διαφέρουσιν ἀλλήλων. Ἀλλος γάρ ἐστιν
6 Πέτρος, καὶ ἄλλος 6 Παῦλος · καὶ οὐκ εἰσιν εἷς,
ἀλλὰ δύο. Τῷ δὲ’ εῖδει οὐ διαφέρουσιν, ἦγουν τῇ
φύσει. Πάντες γὰρ ἄνθρωποι, καὶ λέγονται, καί
εἰσιν.
Ἔστιν οὖν τὸ μὲν μερικώτερον, καὶ ἀριθμῷ δια-
φέρον, οἷον 6 Πέτρος, ἄτομον, καὶ πρόσωπον, καὶ
ὑπόστασις. Ὅπερ τόν τινα σημαίνει. Ἔρσα-εὼμενοι
γὰρ τίς ἐστιν οὗτος, λέγομεν 6 Πέτρος ⁸. Σημαίνει
καὶ τὸ ἄλλος. ’Ἄλλος γάρ ἐστιν 6 Πέτρος, καὶ ἄλλος
6 Παῦλος ο καὶ αὐτὸς, καὶ οὗτος, καὶ ἐκεῖνος, ταῦτα
ἐπὶ τοῦ ἀτόμου λαμϐάνεται, καὶ τὰ τοιαῦτα, ἅπερ
καθ’ ἑαυτὰ ὑφέστηκε δ. Τὸ δὲ περιέχον τὰ ἄτομα
λέγεται εἶδος, καὶ ἔστι καθολικώτερον τοῦ ἀτόμου,
ὅτι πολλὰ ἄτομα περιέχει, οἷον 6 ἄνθ ρωπος. Περιέχει
γὰρ καὶ Πέτρον, καὶ Παῦλον, καὶ πάντας τοὺς κατὰ
μέρος ἀνθρώπους. Ὅπερ λέγεται φύσις, Δκαὶ οὐσία,
VARIAE LECTIONES.
ξ Cod. S. Noster πᾲλιν οὐκ ἔσται ἄνθρῳπος. Καὶμὲὰν εἴπῃς,Δ οὐκ ’ἔστι θνητὸν, ,οὐδὲ οὕτως ἔσται
ᾅνθρωῖτος. ⁸ Noster καὶ λέγομεν τὸν Πέτρον. ’ δ Noster, ὅπερ καῖῗέαυτὸ ὑφέστηκε. Refertur ad ἄτομον.
individuum.

OCR text from a scan; reading errors may remain.

Save for later

Enter your email and we will send you a sign-in link. No password. What you save (articles, verses, chapters, documents) follows you to any device.