PG 95, col. 121

τὸν νόμον φησὶ, τὸνκολάζοντα τοὺς πλημμελοῦντας·
πνεῦμα δὲ, τὴν χάριν τὴν διὰ τοῦ Πνεύματος, τοὺς
ὑπὸ τῶν ἀμαρτιῶν νεκρωθέντας ζωοποιοῦσαν.
« Εἰ δὲ ἡ διακονία τοῦ θανάτου. »
Ἐει τὴν σύγκρισιν ἐξεργάζεται. Ὁ δὲ νοῦς οὗτος.
ἱ ἐκείνη μὲν θανάτου, αὕτη δὲ δόξης διακονία,
ἀναμφίβολον ὅτι ἡ δόξα αὕτη ἐκείνης μείζων ἐστί
διακονίαν δὲ θανάτου, τὸν νόμον λέγει. Διακονεῖ γὰρ
εἰς θάνατον, ἐλέγχων τὰ ἀμαρτήματα.
« Ἐν γράμμασιν, ἐντετυπωμένη ἐν λίθοις, ἐγεν-
νήθη ἐν δόξῃ, ὥστε μὴ δύνασθαι ἀτενίσαι τοὺς υἰοὺς
Ἰσραὴλ εἰς τὸ πρόσωπον Μωθσέως διὰ τὴν δόξαν
τοῦ προσώπου αὐτοῦ τὴν καταργουμένην, πῶς οὐχὶ
μᾶλλον ἡ διακονία τοῦ Πνεύματος ἔσται ἐν δόξῃ;
Εἰγὰρ ἡ διακονία κατακρίσεως δόξα, πολλῷ μᾶλλον
περισσεύει ἡ διακονία τῆς δικαιοσύνης ἐν δόξῃ. »
Καθαιρεῖ πάλιν τὸ Ἰουδαῖκὸν φρόνημα.
« Καὶ γὰρ οὐ δεδόξασται τὸ δεδοξασμένον ἐν
τούτῳ τῷ μέρει, εἶνεκεν τῆς ὑπερβαλλούσης δόξης.
Εἰ γὰρ τὸ καταργούμενον διὰ δόξης, πολλῷ μᾶλλον
τὸ μένον, ἐν δόξῃ. s
Ἀν συγκρίνωμεν, φησὶ, ταύτην δόξαν ἐκείνῃ,οὐδὲ
δόξα ἐστὶν ἡ δόξα τῆς παλαιᾶς. Οὐχ ἀπλῶς δὲ τὸ μὴ
εἶναι δόξαν κατασκευάζει. Διὸ ἐπάγει, ἐν τούτῳ τῷ
μέρει, τουτέστιν κατὰ τὸν τῆς συγκρίσεως λόγον.
« Ἐχοντες οὖν τοιαύτην ἐλπίδα, πολλῇ παῤῥησίᾳ
χρώμεθα, καὶ οὐ καθάπερ Μωθσῆς ἐτίθει κάλυμμα
ἐπὶ τὸ πρόσωπον αὐτοῦ. »
Ἐπεὶ τοσαῦτα καὶ τηλικαῦτα ἀκούσας ὁ ἀκροατὴς
περὶ τῆς καινῆς ἐζήτει, καὶ ὀφθαλμοφανῶς τὴνδόξαν
ταύτην ἰδεῖν, ὅρα ποῦ αὐτὸν ἐξακοντίζει πρὸς τὸν
μέλλοντα αἰῶνα.
« Πρὸς τὸ μὴ ἀτενίσαι τοὺς υἱοὺς Ἰσραὴλ, εἰς τὸ
τέλος τοῦ καταργουμένου. »
Οὐχρεία καλύπτεσθαι ἡμᾶς, φηὶ, καθάπερ Μωθ-
σῆς. Δυνατοὶ γὰρ ἡμεῖς ἰδεῖν εἰς τὴν δόξαν ταύτην,
ἢν περικείμεθα, καίτοι πολλῷ μείζονα οὕσαν
ἐκείνης.
« Ἀλλʼ ἐπωρώθη τὰ νοήματα αὐτῶν. »
Τὰ μέλλοντα, φησὶ, προέγραψεν ὁ νόμος. Οὐ γὰρ
μόνον τότε οὐκ εἶδον, ἀλλʼ οὐδὲ νῦν ὀρῶσι τὸν νόμον·
καὶ ἡ αἰτία παρʼ αὐτοῖς. ʼἩ γὰρ πώρωσις, γνώμης
ἐστὶν ἀναισθήτου καὶ ἀγνωμοσύνης.
« Ἀχρι γὰρ τῆς σήμερον τὸ αὐτὸ κάλυμμα ἐπὶ
τῇ ἀναγνώσει τῆς Παλαιᾶς Διαθήκης μένει μὴ ἀνα-
καλυπτόμενον. »
Τἰ θαυμάζετε, φησὶν, εἰ τὴν δόξαν ταύτην ἰδεῖν
οὐ δύνανται, ὅπου γε καὶ τὴν ἐλάττω τὴν Μωῦσέως
οὐκ εἶδον, οὕτε εἰς τὸ πρόσωπον ἀτενίσαι ἰσχύσαντο
ἐκείνου; Τί δὲ ταράττεσθε εἱ οὐ πιστεύουσιν Ἰου-
δαῖοκι Χριστῷ, ὅπου γε οὐδὲ τῷ νόμῳ νομίμως; Διὰ
γὰρ τοῦτο καὶ τὴν χάριν ἠγνόησαν, ἐπειδὴ οὐδὲ
τὴν Παλαιὰν Διαθήκην εἶδον, οὐδὲ τὴν ἐν αὐτῇ
δόξαν. Δόξα γὰρ νόμου, τὸ πρὸς Χριστὸν ἐπι-
στρέψαι.

OCR text from a scan; reading errors may remain.

Save for later

Enter your email and we will send you a sign-in link. No password. What you save (articles, verses, chapters, documents) follows you to any device.