PG 95, col. 265

θέντας αὐτοῦ παναρμονίῳ λόγῳ, τάδε φησίν· « Ὁτι
κἂν εἰς ἀέρα ὁ ἐν εὐσεβείᾳ τελειωθεὶς κατατεθῇ, μὴ
ἀπαναίνου ἔλαιον καὶ κηροὺς, Χριστὸν τὸν Θεὸν
ἐπικαλεσάμενος, ἐν τῷ τάφῳ προσάψαι· δεκτὰ γὰρ
ταῦτα παρὰ Θεῷ, καὶ πολλὴν ἐξ αὐτοῦ φέροντα τὴν
ἀντίδοσιν· τὸ γὰρ ἔλαιον καὶ ὁ κηρὸς, ὁλοκαύτωσις·
ἡ δέ γε θεία καὶ ἀναίμακτος θυσία, ἐξιλασμός· ἡ
δὲ πρὸς τοὺς πένητας εὐποιία, προσθήκη πάσης ἀγα-
θῆς ἀντιδόσεως. Ἐστω οὖν ὁ σκοπὸς τοῦ τὴν προσ-
αγωγὴν ὑπὲρ τοῦ κεκοιμημένου ποιοῦντος· ὅν τρό-
πον, ὅταν τις νήπιον ἔχῃ τέκνον, καὶ παντελῶς
ἄναρθρον καὶ ἀνίσχυρον, εἶτα νοσοῦντος τούτου,
ὐπὲρ αὐτοῦ κηροὺς καὶ θυμίσμα σὺν ἐλαίῳ εἰς θεῖον
ναὸν μετὰ πίστεως ἄξη, ὀλοκαυτώσῃ τε ταῦτα διὰ
τὸν παῖδα· οὐχ ὡς αὐτὸς ὁ παῖς ταῦτα καὶ κρατεῖ
καὶ προσάγει, ὡς τὰς ἀποταγάς τε καὶ συνταγὰς ἐπὶ
τῆς θείας ἀναγεννήσεως· οὕτω καὶ τὸν ἐν Κυρίῳ
τελαιωθέντα ἐννοείτω καὶ κρατεῖν καὶ προσφέρειν,
τούς τε κηροὺς καὶ τὸ ἔλαιον, καὶ τὰ εἰς λύτρον αὐ-
τοῦ προσαγόμενα πάντα· καὶ οὕτω Θεοῦ χάριτι τοῦ
μετὰ πίστεως σκοποῦ u οὐδόλως ματαιωθήσεται.
Πάντα γὰρ οἰ θεηγόροι ἀπόστολοι, καὶ θυηπόλοι δι-
δάσκαλοι, καὶ πνευματοφόροι Πατέρες, ἐν κατοχῇ
τοῦ Θείου κατὰ τὸ θεμιτὸν γεγονότες, καὶτῆς ἐκστα-
τικῆς τούτου δυνάμεως ποσῶς μετειληφότες, ἐνθέῳ
στόματι θεοφιλῶς ἐθέσπισαν τὰς λειτουργίας, εὐχάς
τε καὶ ψαλμῳδίας, ἐτησίους τε καὶ μνήμας τῶν προ-
λαβόντων, ἅτινα μέχρι τοῦ νῦν τῇ τοῦ φιλανθρώπου
Θεοῦ χάριτι ἐπαύξουσι καὶ προστίθενται, ἀπὸ τῶν
ἀνατολῶν ἡλίου μέχρι δυσμῶν, καὶ βοῤῥᾶ, καὶ νότου,
εἰς δόξαν καὶ αἶνον τοῦ Κυρίου τῶν κυρίων καὶ βα-
σιλέως τῶν βασιλευόντων.»
πæ. Εἶτά φησιν ὁ ὑπεναντίος· Εἰ ταῦτα οὕτως ἔχει,
οἱ πάντες σωθήσονται, καὶ οὐδεὶς ἀστοχήσει. Εύγε
τοῦτο, καὶ εἴθε. Αὐτὸ γὰρ διψᾷ,καὶ θέλει, καὶ ζητεῖ,
καὶ ἐφίεται, καὶ ἐν τούτῳ χαίρει καὶ κατευφραίνεται
ὁ ὑπεράγαθος Κύριος, ἵνα μή τις τῶν αὐτοῦ θείων
δωρεῶν ἀστοχήσῃ. Μὴ γὰρ ἀγγέλοις τὰ γέρα καὶ
τοὺς στεφάνους ἡτοίμασε; μὴ διὰ τὸ σῶσαι τοὺς
οὐρανίους νόας ἐπὶ τῆς γῆς παραγέγονε, καὶ ἐκ
Παρθένου ἀδιαφθόρως σεσάρκωται, καὶ βροτὸς ἐχρη-
μάτισε, καὶ παθῶν καὶ θανάτου ἐγεύσατο; μὴ τοῖς
ἀγγέλοις ἐρεῖ· « Δεῦτε, οἱ εὐλογημένοι τοῦ Πατρός
μον, τὴν ἡτοιμασμένην ὑμῖν βασιλείαν κληρονομή-
σατε; » Οὐκ ἔχεις τοῦτο εἰπεῖν ὁ ἀντιλέγων· ἀλλὰ
πάντα διὰ τὸν ἄνθρωπον, ὥσπερ πέπονθεν, οὕτω καὶ
ἡτοίμασε. Τίςγὰρ ποιῶν πανδαισίαν, καὶ συγκαλέσας
s Matth. αατ, 34.
rianus sic reddit : Verum puer neque contigit neqxe offert, prorsus exsistens ignarus sacrifici. ⁵ Κeg. 1
κόπου.
Οἰ τῆς ἐαυτῶν διανοίας ὀφθαλμοὺς ἀπευθύ- dum pro iis qui in fide dormierunt : cuius initinms
drinæ urbis episcopus in oratione cui titulum fecite Eustratius sæculo sexto labente.
Pμruuoι. Gun. XCV

OCR text from a scan; reading errors may remain.

Save for later

Enter your email and we will send you a sign-in link. No password. What you save (articles, verses, chapters, documents) follows you to any device.