PG 95, col. 328

καθορᾶς τὸ ὕδωρ φῶς καὶ πνεῦμα. Ὁταν δὲ ἐκεῖ-
νος μέτοχος γένηται τοῦ βαπτίσματος, τότε καὶ αὐ-
τὸς τὸ βέβαιον ἐκ τοῦ αἰσθητοῦ λαμβάνει πρὸς τὴs
ἀόρατον ἀναγέννησιν. Εἶτα προσφερόμενος ἐπὶ τῆς
μυσταγωγίας τοῦ σώματος καὶ αἴματος τοῦ Σωτῆρος,
ὀρᾷ αὐτὸς ἄρτον καὶ οἶνον μόνον· σὺ δὲ σῶμα τοῦ
Χριστοῦ καὶ αἶμα τὸ ἐκ τῆς ἀχράντου χεόμενον
πλευρᾶς· καὶ εἰ ἄξιος γένηται, μεταλαβεῖ ἐξ αὐτοῦ·
καὶ κατὰ μικρὸν ἀνυψοῦται πρὸς τὴν σὴν πίστιν καὶ
ἐπίγνωσιν. Ὁρᾷς ὅτι ἀπὸ τῶν δρατῶν ἀνάγεις αὐτὸν
εἰς τὰ ἀόρατα; οὕτω μοι νόει καὶ τὴν εἰκόνα. Καθ-
ορᾷς αὐτὴν ἐν τῇ ἐκκλησίᾳ, εἴτε τοῦ Θεοῦ, εἴτε τῆς
παναγίου Θεοτόκου, εἴτε ἀγίου [ Ἰωάννου ] εἴτε ἦν
ἂν εὐρήσῃς ἐν τῷ ναῷ, καὶ ἐκ τῶν ὑλικῶν ἀνυψοῖς
τὸν νοῦν σου πρὸς τὴν τῆς εἰκόνος θέαν, καὶ τὴν τοῦ
ὑπογραφομένου μορφὴν καὶ ὅρασιν. Ἐπεὶ κὰγώ σοι
λέγω, Εἰκονομάχε, εἶδες Πέτρον; εἶδες Παῦλον;
εἶδές τινα ἐκ τῶν ἀγίων ἀποστόλων; Ἐώρακας Στέ-
φανον τὸν πρωτομάρτυρα, ἢ ἕτερον ἅγιον; Ἀλλʼ ἐκ
τῆς ὑλικῆς ταύτης μορφῆς ἀναπετάζεται ὁ νοῦς σου
καὶ ἡ διάνοιά σου πρὸς τὸν τούτων πόθον καὶ ἔρωτα·
καὶ οὕς οὐ βλέπεις σαρκικῶς τοῖς σοῖς ὀφθαλμοῖς,
τούτους ὀρᾶς πνευματικῶς διὰ εἰκονικῆς τυπώ-
σεω.
ια. Θέλεις εἰπεῖν, ὅτι ἄγγελον οὐδεὶς εἶδε, καὶ
πῶς καὶ ἄγγελον ἱστοροῦσι; Καὶ, πολλοὶ εἶδον ἀγγέ-
λους. Καὶ γὰρ καὶ ἡ παναγία Θεοτόκος πολλάκις
εἶδε τὸν Ταβριήλ. Καὶ αἱ μυροφόροι ὅτε sλθον ἐπὶ
τὸ μνῆμα, εἶδον ἀγγέλους· καὶ οἱ ἀπόστολοι, καὶ ἐν
τῷ μνήμείῳ· καὶ ἐν τῇ φυλακῇ ἄγγελος ἀπῆλθε καὶ
ἐξέβαλεν αὐτοὺς ἐξ αὐτῆς. Καὶ οἱ προφῆται,
Ἡσαῖας, Ἰεζεκιὴλ, καὶ Δανιὴλ, καὶ ἀπλῶς πολλοὶ
τῶν ἀγίων εἶδον ἀγγέλους καθὼς ἠδυνήθησαν. Ὁθεν
καὶ Διονύσιος ὁ Ἀρεοπαγίτης τὰς ταξιαρχίας ἱστο-
ρεῖ καὶ εἰκονίζει, καὶ οὐκ ἀπαγορεύει, ἀλλὰ καὶ
ἐρμηνεύει διʼ ἢν αἰτίαν τὰ τετράμορφα ἐν ὀρνίθων
καὶ θηρίων μορφαῖς ἐκτυποῦνται.
sentat, nec quin id fiat probibet : quinimo diligenter exponit, quamobrem quadriforma illa expriman-
ιβ. Καὶ πόλιν ἐγκαλεῖ ὁ Εἰκονομάχος, λέγων· Καὶ
πῶς τοὺς ἀγγέλους ποιοῦσι καὶ ἱστοροῦσιν, ὡς ἀν-
θρώπου μορφὴν ἔχοντας, καὶ δυσὶ πτέρυξι κεκοσμη-
μένους; Μὴ τῶν ἀγγέλων ἡ φύσις πτεροῖς ἔγκειταις
Ἀλλʼ ἄκουσον ὁ ἀντιλέγων· ʼἩ ἀγία καὶ ὀμοσύσιος
Τριὰς, οὐχὶ ἀκατάληπτος, καὶ ἀχώριστος, καὶ ἀδιαί-
ρετός ἐστι, καὶ τοῖς σωματικοῖς ὀφθαλμοῖς ἀθεώρη-
τος; καὶ πῶς ηὐδόκησεν ἐν τῇ σκηνῇ τοῦ Ἀβραὰμ
φιλοξενηθῆναι; οὐχ ὡς ἀνθρώπου μορφὴν τεθέαται ὁ
[Θεοῦ] θεράπων καὶ προσεκύνησεν; οὐχὶ καὶ Λὼτ ὁ
ἀνεψιὸς αὐτοῦ, εἰς τὴν τῶν Σοδόμων καταστροφὴν
τοὺς δύο ἀγγέλους οὕσπερ ἐθεάσατο, ἐν εἴδει ἀνθρώ-
που αὐτοὺς ἐώρακε συνοδεύοντας αὐτῷ, καὶ διασώ-
s Cαlest. Hierarch., cap.15. Εαcch. , 5.
vAIRIE LECTONES.

OCR text from a scan; reading errors may remain.

Save for later

Enter your email and we will send you a sign-in link. No password. What you save (articles, verses, chapters, documents) follows you to any device.