PG 95, col. 329

ζονπας ἐκ τῆς πόλεως ἐκείνης τῆς παρανόμου, Καὶ
οἱ ἀθεώρητοι τῇ φύσει, ὀρατοὶ διὰ τὴν συγκατάβασιν
γεγόνασιν; οὐχὶ τῆς φύσεως αὐτῶν οὕτως ἦν ἡ μορ-
φή· ἀλλὰ τὸ ἀσώματον, ὅσον ἠδύνατο ὁμιλῆσαι τῷ
σώματι, οὕτως ὦφθησαν τοῖς γινομένοις ἀξίοις θεω-
ρῆσαι αὐτούς· διὸ καὶ ἡμεῖς εἰκονίζομεν αὐτοὺς,
καθὼς ὦφθησαν τότε ἐν σχήματι ἀνθρωπίνῳ. Τῶν
δὲ πτερύγων ἡ διακόσμησις σημαίνει αὐτῶν τὸ
κοῦφον, καὶ μετάρσιον καὶ ἀόρατον, καὶ ἐν ῥιπῇ
ὀφθαλμοῦ γινομένην ἀπʼ οὐρανοῦ ἐπὶ τῆς γῆς αὐτῶν
συγκατάβασιν καὶ ἔλευαιν· οὕτως, ἀνόπτοι, οὐδεμίαν
πρόφασῖν ἔχετε λέγειν κατʼ αὐτῶν.
«γγ. Θέλεις λέγειν,ὅτι ἡ γενεὰαῦτη ἐθεοποίησεν αὐ-
τάς· ἀλλʼ οὐ δίκαιον ἢ εὕλογον πρόφασιν ἔχεις. Ὁφεί-
λεις γάρδιδάξαι τὸν ἀγράμματον λαὸν τὸ πῶς δεῖ τὰς
σεπτὰς εἰκόνας τιμᾶσθαι καὶ ἀσπάζεσθαι. Ἐπεὶ, εἰπέ
μοι,ἐὰν ἀπαντήσῃ ἄνθρωπος χωρικὸς, ἄγνωστος τῆς
βασιλικῆς ἀξίας καὶ τιμῆς, ἄνθρωποντοῦ βασιλέως,
καὶ ὡς βασιλέα αὐτὸν προσκυνήσῃ· εἴτε εἴπῃ αὐτῷ
ῥῆμα ἀγνοῶν, ὡς βασιλεῖ· ὅτι Ἐλέησόόν με, Δέ-
σποτα· κελεύεις ἵνα τελευτήσῃ καὶ ὁ προσκυνήσας,
καὶ ὁ προσκυνηθεὶς, διότι τοῦτο κατὰ ἄγνοιαν
ἐποίησεν; Οὐ τοῦτο δίκαιόν ἐστιν· ἀλλὰ πρέπει, ὡς
ἄπειρον ὑπὸ τῶν ἐμπείρων διδαχθῆναι. Βλέπεις ἵνα
ὁ ἔμπειρος τὸν ἄπειρον διδάξῃ, ὅτι οὐκ ἔστιν οὗτος
βασιλεὺς, ἀλλʼ ἄρχων αὐτοῦ καὶ ὑπηρέτης ὑπάρχει·
καὶ ἀπαγγέλῃ αὐτῷ ὅτι ὁ βασιλεὺς ἐν τῷ παλατίῳ
καθίζεται, καὶ οὐδεὶς θεωρεῖ αὐτὸν, εἰ μὴ ὅταν μέλ-
λει προέρχεσθαι. Οὕτως χρὴ διδαχθῆναι τοὺς κατὰ
ἄγνοιαν πλανωμένους εἰς τὴν εἰκόνα τοῦ Χρ.στοῦ,
δτι οὐκ ἔστιν οὗτος Χριστὸς ἐν σαρκὶ, ἀλλʼ ὅτι εἰκὼν
αὐτοῦ ἐστιν. Ὁ γὰρ Χριστὸς ἀπερίγραπτός ἐστι
κκατὰ τὴν θεότητα, καὶ οὐδεὶς αὐτὸν θεωρεῖ, εἰ μὴ
ὕστερον, ὅταν μέλλῃ προέρχεσθαι ἐν τῇ δευτέρᾳ
αὐτοῦ παρουσίᾳ· καὶ πάντως εἶχον προσκυνεῖσθαι
καὶ ἀσπάζεσθαι αὐτάς.
ι8. Καὶ γὰρ διὰ τοῦτὸ εἰσιν οἱ ἐπίσκοποι καὶ τὰ
τάγματα τῶν πρεσβυτέρων καὶ διακόνων διὰ τὸ διδά-
σκειν τὸν λαὸν τὸ πῶς δεῖ πιστεύειν, καὶ τὸ πῶς
εὔχεσθαι. Καὶ γὰρ οἱ φωστῆρες ἐκεῖνοι, οἱ ἀληθεῖς
ποιμένες καὶ διδάσκαλοι οἱ θεοφόροι, οἱ ὀδηγοὶ τῆς
σωτηρίας, οὐδὲν ὀύλο βιωτικὸν ἐφρόντιζον, εἰ μὴ τὸ
ὅιδάσκειν τὸν λαὸν τὰ πρὸς σωτηρίαν, ὡς κατὰ ἀλή-
θειαν βουλόμενοι λόγον δοῦναι τῷ Θεῷ ὑπὲρ τοῦ
λαοῦ. Οἱ δὲ ἐπίσκοποι τῆς γενεᾶς ταύτης ἄλλο οὐδὲν
μεριμνῶσιν, εἰ μὴ ἴππους καὶ βουκόλια, καὶ ἀγέλας,
καὶ ἀγροὺς καὶ συνδέσμους χρυσίου· πῶς πωλήσωσι
τὸν σιτόν· πῶς διανέμωσι τὸν οἶνον· πῶς καμπα-
νίσωσι τὸ ἔλαιον· πῶς πραγματεύσωνται τὸ ἔριον
καὶ τὸ μέταξον· καὶ ἄλλο οὐδὲν θεωροῦσιν ἐπιμελῶς,
εἰ μὴ τοῦ νομίσματος τὴν χαραγὴν, καὶ τὸν σταθ-
μόν· καὶ περιβλέπουσι καθημέραν τὰς τραπέζας
τὰς Συβαριτικὰς, καὶ τὸν οἶνον τὸν εὕοσμον, καὶ
⁵¹ Cen. αα, 1 seqq. ⁹ Helr. Xν. 17.
Pμrnox. G. XCV,

OCR text from a scan; reading errors may remain.

Save for later

Enter your email and we will send you a sign-in link. No password. What you save (articles, verses, chapters, documents) follows you to any device.