PG 95, col. 72

ς. Ταύτην τὴν ἀκολουθίαν ἐφθάσαμεν· οὗτος ὁ
κοινὸς ὅρος καὶ νόμος τῆς Ἐκκλησίας, ὅν καὶ ἐν τῇ
ἀγίᾳ Χριστοῦ τοῦ Θεοῦ ἡμῶν Ἀναστάσει ἐπιτελοὐ-
μενον οἴδαμεν· τὸ δὲ περισσεύειν ἐν τῷ κακῷ, καὶ
ἐπιδαψιλεύσασθαι τὴν ἀρετὴν, οὐκ ἀδόκιμον, οὐδὲ
ἀποβλητὸν, ἀλλὰ Θεῷ καὶ ἀνθρώποις εὐάρεστον, τοῖς
γε νοῦν ἔχουσιν οὐ μέντοι ἐκ βίας, ἢ ἐξ ἀνάγκης.
πειθοῖ δὲ μᾶλλον, καὶ μάλιστα διὰ τὸ τοῦ καιροῦ
δυσχερὲς, καὶ τὴν τῶν πραγμάτων ἀνωμαλίαν. Ἀμ-
φότερα γὰρ νῦν μᾶλλον χρήσιμα καὶ ἀναγκαῖα, τό
τε προστιθέναι τῷ καλῷ, καὶ τὸ τῆς βίας ἀπέχεσθαι.
Τίς δοίη πάντα τὸν τῆς ζωῆς ἡμῶν χρόνον μίαν ἐπι-
τελῖεθαι νηστείαν; Ἀλλʼἔτερος τῆς παραινέ-
σεως, καὶ ἔτερος ὁ τῆς νομοθεσίας τρόπος. Ἀρκείτω
τὰ νομσθετηθέντα ὑπὸ τοῦ Πνεύματος. Nουθετείσθω
ἡ προσθήκη τοῦ ἀγαθοῦ.
ζ. Ταῦτα μὲν ἡμῖν δοκοῦντα, καὶ πᾶσιν οὕτως
περὶ τούτων διαλεγόμεθα· τὰς δὲ περὶ τούτων χρή-
σεις πρὸς τὸ παρὸν διὰ τὴντοῦ ἐπιστοληφόρου σπου-
δὴν, εὐλήπτους οὕσας παρʼ ἡμῖν, παρήκαμεν. Ὁ δὲ
Θεὸς τῆς εἰρήνης, εἰρήνη ἡμῶν, ὁ ποιήσας τὰ ἀμφό-
τερα ἔν, καὶ τὸ μεσότοιχον τοῦ φραγμοῦ λύσας τὴν
ἔχθραν ἐν τῷ σταυρῷ αὐτοῦ· ὁ καταλλάξας ἡμᾶς τῷ
ἐαυτοῦ Πατρί· τὴν εἰρήνην αὐτοῦ τὴν ὑπερέχουσαν
πάντα νοῦν, βραβεύσει τῇ ἀγίᾳ αὐτοῦ Ἐκκλησίᾳ.
καὶ περιελεῖ τὰ σκάνδαλα, καὶ ἀξιώσει νηστεύειν
νηστείαν δεκτὴν, ἢν οὗτος ἐξελέξατο, λύειν στραγ-
γαλιὰς βιαίων συνάλλαγμάτων, καὶ διαθρύπτειν πει-
νῶσι τὸν ἄρτον, τόν τε τοῦ σώματος, καὶ τὸν τῆς
ψυχῆς οὐκ ἔλαττον, ὄν λόγον φημὶ σωτήριον, καὶ
ποιήσει πνευματικῶς νηστεύειν, καὶ ἐσθίειν, καὶ
ἐορτάζειν, πάντα εἰς δόξαν αὐτοῦ ποιοῦντας, καὶ
φρονοῦντας, καὶ λέγοντας· ἱνα μὴ διʼ ἡμᾶς βλασφη-
μῆται τὸ ὄνομα αὐτοῦ ἐν τοῖς ἔδνεσι, δοξάζηται δὲ
μᾶλλον· ὅτι αὐτῷ ἡ δόξα εἰς τοὺς αἰῶνας. Ἀμήν.
uιιἔιππησίους Ἐπτιστολῆς.
Εἴ τις ἀγνεύει ἢ ἐγκρατεύεται, μὴ ἐπαιρέσθω,
ἴνα μὴ ἀπολέσῃ τὸν μισθόν τὰς ἐορτὰς μὴ ἀτιμά-
ζετε. ὴν Τεσσαρακοστὴν μὴ ἐξουθενεῖτε · μίμησιν
γὰρ περιέχει τῆς τοῦ Κυρίου πολιτείας. Τὴν τοῦ πά-
θους ἐβδομάὅα μμὴ παρορᾶτε· Τετραδοπαρασκευὴν
νηστεύοντες, πένησιν ἐπιχορηγεῖτε τὴν περισσείαν.
Εἴ τις Κυριακὴν ἢ Σάββατον νηστεύει, πλήν ἐνὸς
Σαββάτου, οὗτος Χριστοκτόνος ἐστί.

OCR text from a scan; reading errors may remain.

Save for later

Enter your email and we will send you a sign-in link. No password. What you save (articles, verses, chapters, documents) follows you to any device.