PL 14, col. 48

Vita et institutum (Auctor incertus), J. P. Migne

ἐκ Παιονίας ἀγαγὼν κοινωνὸν ποιεῖται τῆς βασιλείας καὶ
τῆς Ἀσίας αὐτῷ παραδοὺς τὰ σκῆπτρα καὶ μέντοι καὶ
τῆς Αἰγύπτου. ἑαυτῷ τὴν Εὐρώπην ἀπένειμε, καὶ τὴν
Ῥώμην καταλαβὼν, τοὺς ἑσπερίους πάντας ἐπὶ τὴν ἀληθῆ
θεογνωσίαν ἐνῆγεν, ἀπὸ τῶν τῆς εὐσεβείας κηρυγμάτων
πρῶτον ἀρξάμενος
2.
Αὐξεντίου γὰρ ὃς τὴν Ἀρείου μὲν εἰσεδέξατο λώβην,
Μεδιολάνων δὲ τὴν ἐκκλησίαν πεπιστευμένος ἐν πλείσταις
ἀπεκηρύχθη συνόδοις, τὸν βίον ὑπεξελθόντος, μεταπεμψάμενος
τοὺς τῆς ἐπισκοπῆς Οὐαλεντινιανὸς, τοιοῖσδε
λόγοις πρὸς αὐτοὺς ἐχρήσατο· ἴστε σαφῶς ἅτε δεῖ τοῖς
θείοις λόγοις ἐντετραμμένοι, ὁποῖον εἶναι προσήκει τὸν
ἀρχιερωσύνης ἠξιωμένον· καὶ ὡς οὐ χρὴ λόγῳ μόνον,
ἀλλὰ καὶ βίῳ τοὺς ἀρχομένους ῥυθμίζειν, καὶ πάσης ἀρετῆς
ἀρχέτυπον ἑαυτὸν προτιθέναι, καὶ μαρτυρίαν ἔχειν
τῆς διδασκαλίας, τὴν πολιτείαν τοιοῦτον οὖν καὶ νῦν τοῖς
ἀρχιερατικοῖς ἐγκαθιδρύσατε θρόνοις, ὅπως ἂν καὶ ἡμεῖς
οἱ τὴν βασιλείαν ἰθύνοντες εἰλικρινῶς αὐτῷ τὰς ἡμετέρας
ὑποκλίνωμεν τὰς κεφαλὰς καὶ παρ' ἐκείνου γενομένους
ἐλέγχους, ὡς ἰατρικὴν ἀσπαζώμεθα θεραπείαν· ἀνθρώπους
γὰρ ἡμᾶς ὄντας καὶ προσπταίειν πάντως ἀνάγκη.
3.
Ταῦτα τοῦ εὐσεβοῦς βασιλέως Οὐαλεντινιανοῦ εἰρηκότος,
ἡ σύνοδος αὐτὸν ἠξίου ψηφίσασθαι, σοφόντε ὄντα
καὶ εὐσεβείᾳ κοσμούμενον· ὁ δὲ, μεῖζον ἢ καθ' ἡμᾶς,
ἔφησεν, τὸ ἔγχείρημα· ὑμεῖς γὰρ τῆς θείας ἠξιωμένοι
χάριτος, καὶ τὴν αἴγλην ἐκείνην εἰσδεδεγμένοι, ἄμεινον
ψηφιεῖσθε· οὗτοι μὲν οὖν ἐξελθόντες καθ' ἑαυτοὺς ἐβουλεύοντο·
οἱ δὲ τὴν πόλιν ἐκείνην οἰκοῦντες κατεστασίαζον,
οἱ μὲν τοῦτον, οἱ δὲ ἐκεῖνον προβληθῆναι φιλονεικοῦντες·
οἱ μὲν γὰρ τὰ Αὐξεντίου νοσοῦντες τοὺς ὁμόφρονας ἐψηφίζοντο·
οἱ δὲ ὑγιαινούσης μοίρας, ὁμογνώμονα πάλιν
ἐζήτουν ἔχειν ἀρχιερέα.
Ὁ θεῖος τοίνυν Ἀμβρόσιος ἐν τῂ Ῥωμαίων διαπρέπων
συγκλήτῳ, μετὰ πολλὰς καὶ ἄλλας ἀξιωμάτων ἀρχὰς, τὴν
Ἰταλῶν κατ' ἐκεῖνο καιροῦ ἡγεμονίαν, παρὰ Κωνσταντίνου
καὶ Κώνσταντος τῶν εὐσεβῶν βασιλέων πεπίστευτο, ἀνὴρ
καθαρὸς μὲν τὸν βίον, καὶ ἀρετῆς ἐραστὴς εὐδόκιμος δὲ
καὶ λόγοις καὶ ἔργῳ· σοφίας δὲ τῆς τῶν θείων γραφῶν
τρόφιμος, εἰ καὶ ἀμύητος ἦν ἔτι, ἀλλὰ καὶ πειθοῖ τῇ ἑλληνικῇ
καὶ μούσῃ γεγυμνασμένος, δικαίως τε κρίνων καὶ
ὑγιῶς, καὶ πράξεως πονηρᾶς ἁπάσης ἀκριβὴς ἔλεγχος.

4.
Οὗτος ταύτην μαθὼν τὴν στάσιν, καὶ δείσας μή
τι νεώτερον γένηται, σὺν τάχει πολλῷ τὴν ἐκκλησίαν
καταλαβὼν, ἀμφοτέροις τὰς ταραχὰς κομίζει τοῖς μέρεσιν·
οἱ δὲ, τῆς φιλονεικίας ἐκείνης παυσάμενοι, κοινὴν
ἀφῆκαν φωνὴν, αὐτὸν τὸν μακάριον Ἀμβρόσιον προχειρισθήναι
ποιμένα ἑαυτοῖς ἐξαιτοῦντες· ὧν ὁ βασιλεὺς ἀκούσας,
προσέταξεν αὐτίκα καὶ χειροτονηθῆναι τοῦτον τὸν
ἀξιέπαινον ἄνδρα· ᾔδει γὰρ αὐτοῦ πάσης μὲν στάθμης
εὐθυτέραν τὴν γνώμην· παντὸς δὲ κανόνος ἀκριβεστέρας
τὰς ψήφους· ὑπέλαβε δὲ καὶ θείαν εἶναι τὴν ψῆφον, ἐκ
τὴς τῶν τἀναντία φρονοῦντων τοῦτο τεκμαιρόμενος συμφωνίας.
5.

Text from the Corpus Corporum (University of Zurich).

Save for later

Enter your email and we will send you a sign-in link. No password. What you save (articles, verses, chapters, documents) follows you to any device.