PL 14, col. 49
Vita et institutum (Auctor incertus), J. P. Migne
Ἐπεὶ δὲ καὶ τὴς τοῦ παναγίου βαπτίσματος ὁ Ἀμβρόσιος
ἀπέλαυσε δωρεᾶς, καὶ τὴν ἀρχιερατικὴν ἐδέξατο
χάριν, τοῦτον ὁ πάντα ἄριστος βασιλεὺς προσενηνοχέναι
λέγεται τῷ σωτῆρι καὶ δεσπότῃ τὸν ὕμνον· καὶ γὰρ
τοῖς γεγενημένοις παρῆν· χάρις σοι δέσποτα παντοκράτορ
καὶ σῶτερ ἡμέτερε, ὅτι τῷδε τῷ ἀνδρὶ ἐγὼ μὲν ἐνεχείρησα
σώματα, σὺ δὲ ψυχάς· καὶ τὰς ἐμὰς ψήφους
δικαίας ἀπέφηνας·
6.
Ἐπειδὴ δὲ ὀλίγων διελθουσῶν ἡμερῶν ὁ θεῖος τοῦτος
Ἀμβρόσιος σὺν παρρησίᾳ μείζονι τῷ βασιλεῖ διαλεγόμενος.
ἐμέμψατο τοῦτον οἷα μὴ καλῶς ὑπὸ τῶν ἀρχόντων
πραγμάτων τινῶν γεγενημένων· ὁ βασιλεύς· ἔγωγε,
ἔφη, ταύτην σου καὶ πάλαι ᾔδειν τὴν παῤῥησίαν· καὶ
σαφῶς ἐπιστάμενος, οὐ μόνον οὐκ ἀντεῖπον, ἀλλὰ καὶ
σύμψηφος τῇ χειροτονίᾳ γεγένημαι· ἰάτρευε γοῦν. ὡς
ὁ θεῖος ὑπαγορεύει νόμος, τὰ τῶν ἡμετέρων ψυχῶν πλημμελήματα.
7.
Ταῦτα μὲν οὖν ἐν Μεδιολάνῳ Οὐαλεντινιανὸς ὁ μέγας
καὶ εὐσεβὴς βασιλεὺς καὶ εἰπὼν καὶ δράσας. καλῶς τὲ
διαθέμενος τὴν βασιλείαν, καὶ ὀρθοδοξίᾳ διαλάμψας, ἐπὶ
ἕκτῳ καὶ δεκάτῷ ἐνιαυτῷ τῆς ἀρχῆς, καταλύει τὸν βίον·
διαδόχους δὲ τοὺς παῖδας, Γρατιανὸν καὶ Οὐαλεντινιανὸν
καταλείπει τὸν νέον· Οὐάλεντος ἤδη τῆς ἀνατολῆς τοῦ
ἀδελφοῦ βασιλεύοντος· ὃς δήπου καὶ τῆς αἱρέσεως Ἀρειανοῖς
ἐκοινώνει· συμβαλὼν δὲ μετὰ τῶν Γότθων πόλεμον,
καὶ ἡττηθεὶς, ὁ μὲν, εἰς ἀχυρῶνα καταφυγὼν, ὑπὸ πυρὸς
ἐν αὐτῷ ἀνηλώθη· εἰς Γρατιανὸν δὲ, Οὐαλεντινιανοῦ μὲν
υἱὸν, Οὐάλεντος δὲ ἀνεψιὸν, πᾶσα ἡ Ῥωμαίων ἡγεμονία
μετέπεσε· πρῶτα μὲν γὰρ τὰ τῆς Εὐρώπης, ἀλλὰ μὴν καὶ
τὰ τὴς δύσεως ἀπάσης σκῆπτρα ὑπὸ τοῦ πατρὸς παρειλήφει·
ἔπειτα καὶ τὴν Ἀσίαν καὶ τὰ λειπόμενα τῆς Λιβύης,
ἄπαιδος τοῦ Οὐάλεντος ἀναιρεθέντος· εὐσεβὴς δὲ ὢν κατὰ
τὸν πατέρα, τοὺς ἐπισκόπους ἐκ τῆς φυγῆς ἀνεκαλέσατο
πάντας ὁσους Οὐάλης διὰ τὴν Ἀρειάνων αἵρεσιν ὑπερορίους
ἐποιήσατο, καὶ τῆς πατρίδος ἀπεληλάκει Γρατιανὸς
δὲ τὴν Θράκην ληϊζομένην ὑπὸ τὸν Οὐάλεντα καταγωνισαμένων
βαρβάρων μαθὼν, τὴν Ἰταλίαν ἀπολιπὼν,
εἰς τὴν Παιονίαν ἀφίκετο.
8.
Ὑπὸ δὲ τὸν αὐτὸν χρόνον καὶ Θεοδόσιος ἀπό τε
τῆς τῶν προγόνων περιφανείας, ἀπό τε τῆς αὐτοῦ γενναιότητος,
ὀνομαστότατος ἦν, καὶ ὑπὸ τοῦ φθόνου τῶν
ὁμοτίμων βαλλόμενος, ἐν ταῖς Ἱσπανίαις διέτριβεν· ἐν
ἐκείναις γὰρ ἔφυ τε καὶ ἐτράφη· ἀπορῶν δὴ οὖν ὁ βασιλεὺς
Γρατιανὸς ὅ τι χρῆ δράσαι· φυσηθέντες γὰρ ἐκ
τῆς νίκης οἱ βάρβαροι δύσμαχοί τε ἦσαν καὶ ἐνομίζοντο·
τὴν Θεοδοσίου στρατηγίαν λύσιν ὑπέλαβε τῶν κακῶν·
καὶ παραυτίκα ἐκ τῆς Ἰβηρίας, ἣ καὶ Ἱσπανία καλεῖται,
τὸν ἄνδρα μεταπεμψάμενος, στρατηγόν τε χειροτονήσας,
μετὰ στρατιᾶς τῆς συνειλεγμένης ἐκπέμπει· ὁ δὲ ἀμάχῳ
ὅπλῳ, τῇ ὁρθοδοξίᾳ πεφραγμένος, τεθαῤῥηκότως ἐπὶ τούς
ἀντιπάλους ἐχώρει· καὶ τῆς Θράκης ἐπιβὰς, καὶ πόλεμον
ὁ μὲν ἀνακράτως ἐνίκα· οἱ βάρβαροι δὲ, οὐδὲ τὴν πρώτην
εὐθὺς ἐνεγκόντες, ἐφυγόντο ὁμοῦ πάντες· καὶ πολὺς αὐτῶν
ἐγένετο φόνος, οὐκ ὑπὸ Ῥωμαίων μόνον, ἀλλ' ἤδη καὶ ὑπὸ