PL 14, col. 52

Vita et institutum (Auctor incertus), J. P. Migne

σφῶν αὐτῶν· ὅσῳ γὰρ πλείους ἦσαν, τοσούτῳ βλαπτοντες
ἑαυτοὺς μᾶλλον ἢ τοὺς πολεμίους ἐφαίνοντο·
9.
Οὕτω τοίνυν ἁπάντων τῶν σχεδὸν ἀνῃρημένων· ὀλίγοι
λαθεῖν δυνηθέντες διαβαίνουσι τὸν Ἴστρον· ἡσθεὶς δὲ ὁ
βασιλεὺς Γρατιανὸς ὡς ἄριστα Θεοδόσιον στρατηγὸν ψηφισάμενος,
βασιλέα τε αὐτὸν εὐθὺς ἀποδείκνυσι, καὶ τὰ
σκῆπτρα τῆς Οὐάλεντος ἀρχῆς ἐγχειρίζει· καὶ αὐτὸς μὲν
ἐπὶ τὴν Ἰταλῶν διαβαίνει, ἐκεῖνον δὲ εἰς τὴν δοθεῖσαν
ἡγεμονίαν ἐκπέμπει· τὴν βασιλείαν τοίνυν παραλαβὼν
Θεοδόσιος, τῆς τῶν ἐκκλησιῶν ὡς ἔνι μάλιστα ἐπεμέλετο
συμφωνίας, καὶ τοὺς τῆς οἰκείας ἡγεμονίας
ἐπισκόπους,
εις τὴν Κωνσταντίνου συνδραμεῖν παρηγγύησεν· αὕτη γὰρ
μόνη τῆς ἀρειανικῆς ἐμπέπληστο λώβης. τὰ γὰρ πρὸς
ἑσπέραν τῆς νόσου ἐλεύθερα ἦν· Κωνσταντίνου γὰρ καὶ
Κώνσταντος τῶν Κωνσταντίνου τοῦ μεγάλου υἱῶν τὴν
πατρῴαν πίστιν ἀκήρατον διασωσαμένων, καὶ Οὐαλεντινιανοῦ
πάλιν τὴν οἰκείαν μὴ προδόντος εὐσεβείαν, τὸ
ἑῷον τμῆμα πολλαχόθεν τὴν λώβην ταύτην ἐδέξατο ἀπὸ
Ἀλεξανδρείας πρότερον ἀρξαμένην, καὶ ἐπὶ τὰ πρόσω
χωρήσασαν.
10.
Ταῦτα μὲν ἔτι Γρατιανοῦ περιόντος ἐγένετο· ἐπειδὴ
δὲ ἐκεῖνος ἔν τε πολέμοις ἀριστεύων, καὶ τὰς πόλεις σωφρόνως
τε καὶ δικαίως ἰθύνων, ἐξ ἐπιβουλῆς ἐτελεύτησε,
παῖδας μὲν οὐ καταλιπὼν κληρονόμους τῆς βασιλείας,
ἀδελφὸν δὲ κομιδῇ νέον ὁμόνυμον τοῦ πατρός διάδοχον
τῆς ἀρχῆς ἀποφῄνας· Μάξιμός τις τῆς Οὐαλεντινιανοῦ
καταφρονήσας ἡλικίας, αὐτὴν ἁρπάζει τὴν τῆς ἑσπέρας
ἠγεμονίαν.

11.
Κατ' ἐκεῖνον δὲ τὸν χρόνον Ἰουστίνα, Οὐαλεντινιανοῦ
μὲν σύζυγος τοῦ μεγάλου, τοῦ δὲ νέου μήτηρ, ἃ
πάλαι τῆς ἀρειανικῆς διδασκαλίας ἐδέξατο σπέρματα,
δῆλα τῷ παιδὶ πεποιήκει. τοῦ μὲν γὰρ ὁμοζύγου τὸ θερμὂν
περὶ τὴν ὀρθόδοξον πίστιν ἐπισταμένη, λαθεῖν ἅπαντα
τὸν χρόνον ἐσπούδασεν· τοῦ δὲ παιδὸς τὸ τῶν φρενῶν
ἀπαλὸν εἰδυῖα καὶ εὐπαράγωγον, προσενεγκεῖν τὴν ἐξαπάτην
ἐθάῤῥησεν· ὁ δὲ τῆς μητρὸς τὰς ὑποθήκας ὀνησιφόρους
ὑπολαβὼν, καὶ πρὸς τὸ τῆς φύσεως ἀπιδὼν
δέλεαρ, ἀθρόον ἐμπίπτει τῇ πάγῃ· ὁ μέγας τοίνυν Ἁμβρόσιος
πᾶσαν μὲν καὶ πρώην ἀρειανικὴν πλάνην ἐκ μέσης
Ἰταλίας ποιήσας, ἐπειδὴ καὶ τὸν νέον Οὐαλεντινιανὸν
περιπεσεῖν αὐτῇ μάθοι, ἔσπευδεν, ὡς οἷόντε, τὴν τοῦ νέου
ψυχὴν αὐτῆς ἀπαλλάξαι· καὶ ὃς τὸν ἄνδρα ὅσα καὶ ἀντίπαλον
ὑπεβλέπετο, καὶ ὥσπερ ἂν εἰ πρὸς ὁμολογούμενον
πολέμιον
παρεσκεύαστο.
12.
Ὁ δὲ, τῆς τοῦ πατρὸς αὐτὸν ἀνεμίμνησκεν εὐσεβείας,
καὶ ὃν παρειλήφει κλῆρον, ἄσυλον φυλάττειν ἠξίου·
ἐδίδασκε δὲ καὶ τὴν τῶν δογμάτων διαφορὰν, καὶ ὅπως
πάντα μὲν τῇ τοῦ κυρίου διδασκαλίᾳ καὶ τοῖς τῶν ἀποστόλων
συμβαίνει κηρύγμασι· τὰ δὲ ἄντικρύς ἐστι τῇ
πνεύματικῇ νομοθεσίᾳ μαχόμενα· ὁ δὲ νέος οἷα δὴ νέος,
καὶ παρὰ μητρὸς ἠπατημένης θελγόμενος, οὐ μόνον οὐ
προσίετο τὰ λεγόμενα παρὰ τοῦ ἀρχιερέως, ἀλλὰ καὶ
θυμοῦ πλήρης ἐγίνετο, καὶ λόγοις ὠπλίζετο, καὶ πελτασταῖς
τοὺς ἐκκλησιαστικοὺς περιβόλους ἐκύκλου.

Text from the Corpus Corporum (University of Zurich).

Save for later

Enter your email and we will send you a sign-in link. No password. What you save (articles, verses, chapters, documents) follows you to any device.