PL 14, col. 53

Vita et institutum (Auctor incertus), J. P. Migne

13.
Ἐπειδὴ δὲ τὸν μέγιστον ἐκεῖνον ἀριστέα τὸν θεῖον
Ἀμβρόσιον οὐδὲν ἐφόβησε τῶν ὑπ' αὐτοῦ γενομένων· μορμολύκια
γὰρ αὐτὰ ἡγεῖτο παῖδων, χαλεπῄνας ἀνέδην ἐκεῖνος
τῶν ἱερῶν ἔξω προβῆναι θυρῶν τὸν ἄνδρα ἐκέλευσεν.
ὁ δὲ, Ἑκὼν μὲν, ἔφη, τοῦτο δρᾶσαι καὶ προδοῦναι τοῖς
λύκοις τὴν τῶν προβάτων σηκὸν μέχρις αἵματος οὐκ ἄνεξομαι.
ἀλλὰ εἴ σοι δοκεῖ ἀνελεῖν ἔνδον ἐπένεγκέ μοι, φησὶ,
τὸ ξίφος ἢ τὴν αἰχμὴν, ὡς ἠδιστάτην τοιαύτην σφαγὴν
ἐγὼ δέξομαι· καὶ ταῦτα μὲν ὁ θεῖος Ἀμβρόσιος.
14.
Χρόνου δὲ συχνοῦ τριβομένου, ἐμεμάθηκε μὲν ὁ
Μάξιμος τὰ κατὰ τοῦ μεγαλοφώνου κήρυκος τῆς ἀληθείας
τολμώμενα· ἐπιστέλλει δὲ Οὐαλεντινιανῷ, τὸν κατὰ τῆς
εὐσεβείας πόλεμον καταλῦσαι παρεγγυῶν, καὶ παραινῶν
μὴ πρόεσθαι τὴν πατρῴαν εὐσεβειαν· εἰ δὲ μὴ πείθοιτο,
βαρύτατον αὐτῷ πόλεμον ἠπείλει· καὶ μέντοι καὶ τὴν
στρατίαν ἐγείρας, ἐπὶ τὴν Μεδιολάνων ἐχώρει· τῷδε γὰρ
Οὐαλεντινιανὸς ἐλέγετο διατρίβειν· ὁ δὲ, τὴν ἐκείνου μαθὼν
ἐξοδὸν, εἰς Ἰλλυρίους ᾤχετο φεύγων, αὐτῇ πείρᾳ μαθὼν
ὁποῖον ἄρα τὴς μητρικῆς ἀπὤνατο συμβουλίας.
15.
Ὁ βασιλεὺς δὲ Θεοδόσιος τά τε κατὰ τὸν νέον
πυθόμενος Οὐαλεντινιανὸν, καὶ ὅσα πάλιν ὁ Μαξιμος πρὸς
αὐτὸν ἐπέστειλε, γράφει τῷ πεφευγότι νέῳ, μὴ χρῆναι
θαυμάζειν, εἰ τῷ μὲν βασιλεῖ τὸ δέος, τῷ δὲ τυράννῳ
τὸ κράτος συνέζευκται· τῇ γὰρ εὐσεβείᾳ, φησὶ, πεπολέμηκε
μὲν ὀ βασιλεύς, ὁ δὲ τύραννος ἐπεκούρησε, καὶ ὁ
μὲν αὐτὴν προιέμενος ἀποδιδράσκει γυμνός· ὁ δὲ ταύτῃ
καθωπλισμένος τοῦ γεγυμνωμένου κρατεῖ· τῇ γὰρ εὐσεβείᾳ
καὶ ὁ ταύτης νομοθέτης συνέστηκε.
16.
Ταῦτα μὲν οὗν ὡς ποῤῥωτάτω διάγων ἐπέστειλεν·
ἐπειδὴ δὲ εἰς ἐπικουρίαν ἀφίκοιτο, καὶ τὴν μὲν οἰκείαν
καταλελοιπότα βασιλείαν, εἰς δὲ τὴν αὐτοῦ παραγενόμενον
ἴδοι· πρῶτα μὲν τῇ ψυχῇ τὴν θεραπείαν προσήνεγκε,
καὶ τὴν ἐπιγενομένην τῆς ἀσεβείας ἐξείλετο νόσον, καὶ εἰς
τὴν πατρῴαν εὐσεβείαν ἐπανήγαγεν· εἶτα θαῤῥεῖν παρεγγυήσας,
καὶ τῷ μὲν τυράννῳ ἐπιστρατεύσας, τῷ μέν
ἀναιμωτὶ παραδίδωσι τὴν βασιλείαν, τὸν δὲ τύραννον
ἀναιρεῖ, ἀδικεῖν γὰρ ὑπέλαβε τὰς πρὸς Γρατιανὸν γενομένας
συνθήκας, εἰ μὴ ποινήν τινα τῆς σφαγῆς τοὺς ἀνελόντας
εἰσπράξοιτο· οὗτος δὴ οὖν ὁ πιστότατος βασιλεὺς
καὶ κατὰ τῆς ἑλληνικῆς ἀπάτης σπουδὴν εἰσενέγκατο πᾶσαν,
καὶ νόμους ἐξέθετο, τὰ τῶν εἰδώλων τεμένη καταλυθῆναι
κελεύων.
17.
Κωνσταντῖνος μὲν γὰρ ὁ μέγας, ὁ πάσης ἀξιώτατος
εὐφημίας, πρῶτος εὐσεβείᾳ τὴν βασιλείαν κοσμήσας, καὶ
τὴν οἰκουμένην ἔτι μεμῃνυῖαν ὁρῶν, τὸ μὲν τοῖς δαίμοσι
θύειν παντάπασιν ἀπηγόρευσε· τοὺς δὲ τούτων ἀφῆκε
ναοὺς, ἀβάτους εἶναι τῷ παντὶ προστάξας· καὶ μέντοι καὶ
οἱ τούτου παῖδες τοῖς πατρῴοις ἠκολούθησαν ἴχνεσιν·
Ἰουλιανὸς δὲ ἀνενεώσατο τὴν ἀσεβείαν καὶ τῆς παλαιᾶς
ἀπάτης σφοδρότερον ἀνῇψε τὴν φλόγα· τὴν βασιλείαν δὲ
παραλαβὼν Ἰοβιανὸς, πάλιν τὴν τῶν εἰδώλων διεκώλυσε

Text from the Corpus Corporum (University of Zurich).

Save for later

Enter your email and we will send you a sign-in link. No password. What you save (articles, verses, chapters, documents) follows you to any device.