PL 54, col. 984

Epistolae (Leo I), J. P. Migne

In English: Letters 102

ἀρχόντων τῷ συνεδρίῳ, καὶ ἀποφηναμένων τὸν παρὰ τῆς
ἁγίας συνόδου ὅρον βέβαιον εἶναι, καὶ προσφιλοτιμησαμένων
καὶ αὐτῶν τὰ εἰς τιμὴν, καθάπερ εἰρήκαμεν, τοῦ
θρόνου συντείνοντα, ἅπερ ἐκ πολλῶν ὀλίγα ὑμῖν ἐγνωρίσαμεν,
ἵνα μὴ δόξωμεν αὐτοὺς μὲν βαρεῖν, ταῖς δέ
ἀκοαῖς ταῖς ὑμετέραις παρενοχλεῖν. Ἡμεῖς γὰρ ὅοτι καὶ
πρὸ τῆς αὐτῶν παρουσίας, τὰ εἱς δόξαν ὑμετέραν καὶ
τιμὴν τὴν ὀφειλομένην ἐν πᾶσι διεπραξάμεθα, καὶ μετὰ
τὴν αὐτῶν παρουσίαν, Θεός τε μάρτυς, καὶ αὐτὰ πεπραγμένα
δηλοῖ. Ὅπως γε καὶ αὐτοὺς τιμῆς τε, καὶ
δορυφορίας ἠξιώσαμεν αἰδοῖ, καὶ τιμῇ τῇ περὶ ὑμᾶς, καὶ
τὸν τοιοῦτον τύπον ἐπὶ τὴν ὑμετέραν ὁσιότητα ἡ ἁγία
σύνοδος ἀνήνεγκε καὶ ἡμεῖς, ἐφ' ᾧ τε παρ' ὑμῶν τυχεῖν
συναινέσεως, καὶ βεβαιότητος, παρακαλοῦμέν τε, καὶ
τοῦτο παρ' ὑμῶν γενέσθαι, ἁγιώτατοι. Ὁ γὰρ θρόνος

Κωνσταντινουπόλεως ἔχει πατέρα τὸν ἀποστολικὸν θρόνον
ὑμῶν κατεξαίρετον ἑαυτὸν συνάψας ἡμῖν, ἵνα καὶ
διὰ τῆς ὑμῶν περὶ αὐτὸν φροντίδος ἅπαντες μὲν πεισθεῖεν,
ὅτι γνησίως ἄνωθεν προνοησάμενοι, καὶ νῦν τὴν αὐτὴν
ἔχοντες διαμένετε περὶ αὐτὸν φροντίδα, καὶ ὡς λυσιτελοῦντα
δὲ τῇ ἐκκλησιαστικῇ καταστάσει καταξιώσατε
ἅπαντα κυρῶσαι τὰ παρακολουθήσαντα ἐγγράφως ἐν τῇ
ἁγιωτάτῃ καὶ οἰκουμενίκῃ συνόδῳ, καὶ αὐτὸν δὲ τὸν προειρημένων
περὶτοῦ θρόνου τῆς Κωσταντινουπόλεως ὅρον
ἐσπουδάσαμεν ἀποστεῖλαι πρὸς τὴν ὑμετέραν ἁγιωσύνη·
ἵνα ἔχῃ τε εἰδέναι, ὡς εὐχαῖς ταῖς ὑμετέραις 1135 θεοσόφως
ἅπαντα ᾠκονόμηται, καὶ παρακαλοῦμεν πρόσφορον
ἀπόκρισιν δέξασθαι ἑκάστην ὑπόθεσιν διδάσκοντος ὑμᾶς
ἅπαντα τοῦ θεοφιλεστάτου ἐπισκόπου Λουκιανοῦ, ὃς καὶ
αὐτὸς παρὼν τῇ ἁγίᾳ συνόδῳ, καὶ ἐμφρόνως τὰ δυνατὰ

εἰσενεγκὼν τῷ περὶ τῆς πίστεως ἡμῶν ἀγῶνι ἐπελέγη
παρ' ἡμῶν ὑπηρετήσασθαι τῇ πρὸς ὑμᾶς ἐπ' ἀγαθοῖς
διακονίᾳ ἀνὴρ τέλειος ὑπάρχων, τοῖς τε εὐσεβεστάτοις,
καὶ φιλοχρίστοις ἡμῶν βασιλεῦσιν ἄνωθεν φίλος ὅνπερ
ἀπολαύσαντα τῆς ὑμετέρας ἀγαθότητος χαίροντα πρὸς
ἡμᾶς ἐκπέμψαι καταξιώσατε. Πᾶσαν τὴν σὺν τῇ ὑμετέρᾳ
μακαριότητι ἐν Χριστῷ ἀδελφότητα ἐγώ τε, καὶ οἱ σὺν
ἐμοὶ πλεῖστα προσαγορεύομεν. Ἐρρωμένος ἐν Ἐυρίῳ, καὶ
ὑπερευχόμενος ἡμῶν, χαρισθείης ἡμῖν, θεοφιλέστατε καὶ
μακαριώτατε Πάτερ.
EPISTOLA CII. AD EPISCOPOS GALLIARUM. De damnatione haereticorum.

aogmata pariter esse fugienda. --IV. Synodum et
epistolae Leonis consensisse, et Dioscorum proscripsisse.
--V. De his omnibus gratias Deo esse agendas;
pro legatorum reditu orandum; victoriam fidei
Hispanis per Gallos esse nuntiandam.
LEO Romanae urbis episcopus, RAVENNIO, RUSTICO,
VENERIO, CONSTANTIANO, MAXIMO, ARMENTARIO,

Text from the Corpus Corporum (University of Zurich).

Cited in the encyclopedia

Save for later

Enter your email and we will send you a sign-in link. No password. What you save (articles, verses, chapters, documents) follows you to any device.