Address to the Greeks 38
38 Chapter XXXVIII. The Egyptians Place Moses in the Reign of Inachus
Of the Egyptians also there are accurate chronicles. Ptolemy, not the king, but a priest of Mendes, is the interpreter of their affairs. This writer, narrating the acts of the kings, says that the departure of the Jews from Egypt to the places whither they went occurred in the time of king Amosis, under the leadership of Moses. He thus speaks: “Amosis lived in the time of king Inachus.” After him, Apion the grammarian, a man most highly esteemed, in the fourth book of his Ægyptiaca (there are five books of his), besides many other things, says that Amosis destroyed Avaris in the time of the Argive Inachus, as the Mendesian Ptolemy wrote in his annals. But the time from Inachus to the taking of Troy occupies twenty generations. The steps of the demonstration are the following:—
Αἰγυπτίων δέ εἰσιν αἱ ἐπ᾿ ἀκριβὲς χρόνων ἀναγραφαί· καὶ τῶν κατ᾿ αὐτοὺς πραγμάτων ἑρμηνεύς ἐστι Πτολεμαῖος, οὐχ ὁ βασιλεύς, ἱερεὺς δὲ Μένδητος. Οὗτος τὰς τῶν βασιλέων πράξεις ἐκτιθέμενος κατ᾿ Ἄμωσιν βασιλέα Αἰγύπτου γεγονέναι Ἰουδαίοις φησὶ τὴν ἐξ Αἰγύπτου πορείαν, εἰς ἅπερ ἦλθον χωρία, Μωυσέως ἡγουμένου. Λέγει δὲ οὕτως· Ὁ δὲ Ἄμωσις ἐγένετο κατ᾿ Ἴναχον βασιλέα. Μετὰ δὲ τοῦτον Ἀπίων ὁ γραμματικός, ἀνὴρ δοκιμώτατος, ἐν τῇ τετάρτῃ τῶν Αἰγυπτιακῶν (πέντε δέ εἰσιν αὐτῷ γραφαί) πολλὰ μὲν καὶ ἄλλα, φησὶ δὲ ὅτι Κατέσκαψε τὴν Αὔαριν Ἄμωσις κατὰ τὸν Ἀργεῖον γενόμενος Ἴναχον, ὡς ἐν τοῖς Χρόνοις ἀνέγραψεν ὁ Μενδήσιος Πτολεμαῖος. Ὁ δὲ ἀπ᾿ Ἰνάχου χρόνος ἄχρι τῆς Ἰλίου ἁλώσεως ἀποπληροῖ γενεὰς εἴκοσι. Καὶ τὰ τῆς ἀποδείξεως ἔχει τοῦτον τὸν τρόπον.