PG 138, col. 953

Ἰησοῦ Χριστοῦ. ,ασγ’.
Ἐρώτησις. Al περὶ τά μέρη τῆς Ἀλεξανδρείας
καὶτῶν Ἰεροσολύμων ἀναγινωσκόμεναι λειτουργίαι,
καὶ λεγόμεναι συγγραφῆναι παρά τῶν ἁγίων ἀπο-
στόλων, Ἰακώϐου τοῦ ἀδελφοθέου, καὶ Μάρκου,
δεκταί είσι τῇ ἁγία καὶ καθολικῇ Ἐκκλησία, ἢ οῦ ;
‘Au. ὐ μέγας ἀπόστολος Παῦλος, ὸ τῶν ἁγίων
Ἐκκλησιῶν τοῦ Θεοῦ ῥήτωρ καὶ διδάσκαλος, Κοριν-
θίοις ἐπιστέλλων, φησίν · Ἀδελφοί, παρακαλεῖ) ὑμᾶς
διὰ τοῦ ὀνόματος τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ,
ίνα τὸ αὐτὸ λέγητε πάντες, καὶ μὴ ὲν ὑμῖν σχί-
σματα · ἦτε δὲ κατηρτισμένοι ὲν τῷ αὐτῷ νοῒ, καὶ
ἐν τῇ αὐτῇ γνώμῃ. Φαμὲν τοίνυν, ὡς οὕτε άπὸ θείας
Γραφῆς, οὔτε ἀπὸ κανόνος ἐκφωνηθέντος συνοδικὼς
ἀνεδιδάχθημεν, ἱεροτελεστίαν ὑπὸ τοῦ ἁγίου ἀποστό-
λου Μάρκου παραδοθῆναι · μόνος δὲ ό λβ⁹ κανὼν τῆς
ἐν τῷ Τρούὶ.λῳ τοῦ μεγάλου παλατίου συστάσης
ἁγίας καὶ οίκουμενικῆς συνόδου, φησιν ὑπὸ τοῦ
ἁγίου Ἰακώϐου τοῦ ἁδελφοθέου μυστικὴν ἱερουργίαν
συντεθῆναι. '0 μέντοι πε⁹ κανὼν τῶν ἁγίων καὶ παν-
ευφήμων ἀποστόλων, κοιλ⁸ ό νθ¹ κανὼν τῆς ὲν Λαο-
δικείᾳ συνόδου, ἀπαριθμούμενοι τὰ ὀφείλοντα παρ⁹
ἡμῖν πολιτεύεσθαι βιϐλία τῆς Παλαιᾶς Διαθήκης
καὶ τῆς Καινῆς, καὶ αὑτά δὴ τά ἀποπολικά,
ἱερουργίας τοῦ ἁγίου Ἰακώϐου ἢ τοῦ ἁγίου Μάρκου
μνείαν ὅλως οὐ ποιοῦνται. Ἀλλά καὶ ή καθολικὴ
Ἐκκλησία τοῦ ἁγιωτάτου καὶ οίκουμενικοῦ θρόνου
τῆς Κωνσταντινουπὸλεως οὐδ’ ὅλως ταύτας ὲπιγι-
νώσκει. Ψηφιξόμεθα οὖν μὴ εἴναι δεκτάς αὑτάς. Κάν
γὰρ ἐγένοντο, παντελοῦς ἀπραξίας κατεψηφίσθησαν,
ὡς καὶ ἄλλα πολλά. Καὶ δῆλόν ἐστιν ἀπὸ τοῦ πε⁹
κανόνος τῶν ἁγίων καὶ πανευφήμων ἀποστόλων, καὶ
τοῦ β’ κανόνος τῆς ἐν τῷ Τρούλλφ τοῦ μεγάλου
παλατίου συστάσης ἁγίας καὶ οίκουμενικῆς συνόδου.
'0 μὲν γάρ,ό ὰποστολικὺς δηλαδὴ, διορίζεται τὰς
τοῦ Κλήμεντος δύο ἐπιστολάς, καὶ τὰς διαταγὰς τῶν
ὀκτὼ βιϐλίων αὑτοῦ ἀναγινώσκεσθαι μὲν, μὴ δημο-
σιεύεσθαι δὲ, διά τά ὲν αὑταῖς μυστικά · ὁ δὲ θέλει
ταύτας μηδὲ ἀναγινώσκεσθαι, 8ιά τὸ παρεντεθῖιναι
αὐταῖς παρά ἑτεροδόξων πολλά τινα νόθα, καὶ τῆς
εὐσεϐείας ἀλλότρια. Διά τοι τοῦτοκαὶ όφείλουσιπᾶσαι
αί Εκκλησίαι τοῦ Θεοῦ ἀκολουθεῖν τῷ ἔθει τῆς νέας
Ῥώμης, ἦτοι τῆς Κωνσταντινουπόλεως · καὶ ίερουρο
γείν κατά τὰς παραδόσεις τῶν μεγάλων διδασκάλων
καίφωστήρων τῆς εὐσεϐείας, τοῦ ἁγίου Ἰωάννου
τοῦ Χρυσοστόμου καὶ τοῦ ἁγίου Βασιλείου. Φησὶ γάρ τὸ μα”κεφάλαιον τοῦ α’ τίτλου τοῦ β’ βιϐλίου τῶν
Βασιλικῶνο Περὶ ὧν ἔγγραφος οὐ κεῖται νόμος, παραφυλάττειν δεῖτὸ ἔθος, ᾦὴ Ῥώμη κέχρηται.
Ἐρώτησις· β’. Βιϐλία διάφορα εὑρίσκονται είς
τὰς ἀνατολικάς καὶ νοτίους χώρας’ καὶ τὰ μὲν
ὀνομάζονται Διδασκαλίαι τῶν ἁγίων ἀποστόλων, τά
δὲ, Ὀράσεις τοῦ ἁγίου Παύλου. Ἐρωτῶ οῦν είὸφεί-
λομεν ἀναγινώσκειν αὑτά ;
VARIE LECTIUNES.
iconqlutinati. l sacram carcmoniam. lIsacra:carimom‘w. lortrceptt’onu.

OCR text from a scan; reading errors may remain.

Cited in the encyclopedia

Save for later

Enter your email and we will send you a sign-in link. No password. What you save (articles, verses, chapters, documents) follows you to any device.