PG 3, col. 456

δειπνεῖν, (οῦδὲ γάρ ἐστι τοῦτο πρὸς τὴν κοινωνίαν
ὃμοιον,) ἀλλὰ τὸ κατὰ διάνοιαν συνεῖναι ἡ γὰρ καθ’
ἕξιν οἱονεὶ κατ’ ἐπίγνωσιν ἀληθὴς προπέλευσις, τουτ-
ἐστι τὸ ἐνδιαθὲτως, οὕτως ἔχειν, καὶ κατᾶ τὴν διά-
νοιαν διὰ πίστεως εἰσιέναι, τῆ ἀληθινῆ κοινωνίᾳ ἐμ·-
ποιεϊ⁶ ὅπερ οὒκ ἦν τότε τῷ Ἰούδα καὶ συμπαρόντι
σωματικῶς καὶ συνδειπνοῦντι.
ν ι 1- ι- ι τ ο n ανον ς
§ ll. Αλλα ταυτα μεν ουν, ως εςρην, ερρεθησαν αι-
’.ιιι -.ιπ-α·. ..Συ ,κη 3.- σιμ.-. 22:111--..“ ..ρ
σθητικωτέρως διὰ τοὺς ἔτι ἀτελειώτους, καὶ μὴ δυο
ναμένους εἰς τὸ ὕψος ἀπεντεύθεν τῆς θεωρίας ἀνάγε-
σθαι εἰς ψυχαγωγίαν αὐτῶν καὶ προσήκουσαν αὗτοϊς
μάθησιν. Ἠμεϊς δὲ, τὰ προπύλαια καταλιπόντες, ἐν-
τὸς τῆς θεωρίας εἰσέλθωμεν ἀπὸ τῶν αἰτιατῶν εἰς τά
αἴτια, τουτέστιν ἀπὸ τῶν ὁρατῶς τελουμένωνὲπί τὰ
ἀόρατα καὶ μυστικὰ, ἅπερ τῶν ἐν αἰσθήσει αἴτιά εἰσι
καὶ ἀρχέτυπα. Αἰτιατά δὲ λὲγονταιντά ἑτέρωθεν τὴν
αἰτίαν τοῦ ὁπωσοῦν εἶναι ἔχοντα. Ἠ αἴτια λέγει τὰ
ὡσανεὶ τελικὰ, καὶ ὧν ἕνεκα, πρὸς ἅ ἀφορῶντες,
ταῦτα δὴ τὰ αἰτιατα, καί τὰ ἕνεκα ἐκείνων, τελοῦμεν,
Ἀλλ’ ὦ θειοτάτη καὶ ἱερά τεΛετη Ξ ὡς ἐμψύχῳ γὰρ
αῦτῇ διαλέγεται· καὶ εἰκότως, καθά καὶ 6 θεολόγος
μέγας Γρηγόριοςο Ἀλλ’, ὠ πάσχα τὸ μέγα καὶ ίερόν ί
Τὸ ἡμέτερον γὰρ πάσχα, καὶ ἡ τοιαύτη ἱερά τελετὴ
αὒτὸς ἐστιν 6 Κύριος ἡμῶν Ἰησοῦς Χριστὸς, πρὸς
ὃν ποιεῖται τὸν λόγον 6 ἅγιος, ἵνα ἀποκαλύψῃ τὰ ἀμ-
φιέσματα, καὶ ἀποπληρώσῃ τοῦ ἑνιαξου emam.
δ ιιι. Δεῖ δὴ οὖν, ἐπειδὴ ἐντὸς ἐγενόμεθα, τὸ πρῶ-
τον τῶν ἀγαλμάτων ἀπολυμνῶσαι. Ἀγάλματα δὲ φησι
τάς εἰκόνας τῶν μυστικῶν, καθὼς καὶ ἰν τῷ Περὶ
θείων όνομάτων πλατύτερον διελάϐομεν. Πρῶτοι) δὲ
τούτων τὸ τῆς συνάξεως μυστήριον ἀπεκάλεσεν, οῦ-
τινος τὸ νοηνὸν, ἤγουν τὸ κατὰ θεωρίαν δηλούμενον,
ἀπογυμνοῦν ἐπαγγέλλεται. Ἐπειδὴ τοινυν τύπος ἔστί
τοῦ Θεοῦ 6 ἒπίσκοπος, ἴδωμεν πῶς ἄρχεται θυμιᾷν
ἀπὸ τοῦ θυσιαστηρίου ἓως τών ἓσχάτών, καὶ παλιν
ἐπαναστρέφει εἷς τὸ Πεοῦ θυσιαστήριον, Ἦ τοίνυν
ἀγαθότης τοῦ Θεοῦ ἀφ’ ἑαυτῆς ἐπὶ πάντα τὰ προνοού-
μενα πρόεισιν, ἀλλ’ οὐκ ἔξω, διὰ τούτων, τῆς κατ’
οὖσίαν στάσεως γίνεται, ἧς δὴ οὖσίας τὸ κρύφιον δη-
λοτ, τὸ ἄδυτον θυσιαστήριον, εἰς ὃ ἐπαναστρέφει 6
ἐπίσκοπος. Τοῦτον οὖν τὸν τρόπον ἔχει καὶ ὴ τῆς συν-
ἀξεως τελετὴ· διττὸς γὰρ τῆς ἐνταῦθα ἀναγωγῆς 6
τρόπος. Καὶ ἔστιν οὗτος πρῶτος, ὅτι κᾶν ἡ θεία τῆς
συνάξεως τελετῆ καὶ ἑνιαίαν καὶ ἅπλῆν καὶ συνε.
πτυγμένην ἔχῃ ἀρχὴν, πληθύνεται εἰς τὴν ἱερὰν ποι-
κιλίαν τῶν συμϐόλων, καὶ ἐνοειδῶς αὖθις ἐκ τούτων
εἰς τὴν οἰκείαν μονάδα συνάγεται, καὶ ἐνοποιεϊ τοὺς
ἔπ’ αὐτὴν ἱερῶς ἀναγομένους. Δεύτερος δὲ τρόπος·
ὅτι 6 θεῖος ἱερᾶρχης, εἰ χρᾶται τοῖς συμϐόλοις, καὶ
ἀπὸ τῆς ὲνιαίας ἐπιστήμης πληθύνεται δια τὴν τῶν
ὒποϐεϐηκότων πρόνοιαν, ἀλλ’ οῦν ὡς ἀπόλυτος πάντη

OCR text from a scan; reading errors may remain.

Cited in the encyclopedia

Save for later

Enter your email and we will send you a sign-in link. No password. What you save (articles, verses, chapters, documents) follows you to any device.