PG 45, col. 69

δόνα τὴν προτιμοτέραν ὕλην· οὐκ ἄπονος μέντοι γί-
νεται η διάκρισις, χρόνῳ τοῦ πυρὸς τῇ ἀναλωτικῇ
δυνάμει τὸ νόθον ὲξαφανίζοντος, πλὴν ἀλλά Θεραπεία
τίς ἐστι τοῦ χρυσίου, τὸ ὲκτακῆναι παρ’ αὐτῷ, τὸ
ἐπὶ λύμῃ τοῦ καλοῦ ἐγκείμενον ° κατὰ τὸν αὑτὸν τρό-
πον θανάτου κα)⁸ φθορᾶς , καὶ σκότους, καὶ εί τι κα-
κίας ἔκγονον, τῷ εὐρετῇ τοῦ κακοῦ περιφυέντων, ὁ
προσεγγισμὸς τῆς θείας δυνάμεως πυρὸς δίκην ἁφα-
νισμὸν τοῦ παρὰ φύσιν κατεργασάμενος _. εὐεργετεῖ
τῇ ἀφθαρσίᾳ τὴν φύσιν, κᾶν ἐπίπονος ή διάκρισις
Οὐκοῦν οὐδ’ ἂν παρ’ αὐτοῦ τοῦ ἀντικειμένου μὴ εἶναι
δίκαιόν τε καὶ σωτήριον τὸ γεγονὸς άμφιϐάλλοιτο,εἵπερ
τίς αἴσθησιν τῆς εὐεργεσίας ἔλθοι. Νυνὶ⁴ γὰρ καθάπερ
οἱ ἐπὶ θεραπεία τεμνόμενοι τε καὶ καιόμενοι χαλεπαί-
νουσι τοῖς θεραπεύουσι, τῇ ὀδύνῃ τῆς τομῆς δριμυσ-
σόμενοι ο εί δὲ τὸ ὑγιαίνειν διὰ τούτου προσγένοιτο ,
καὶ ὴ τῆς καύσεως ἀλγηδὼν παρέλθοι, χάριν εἴσονται
τοῖς τὴν θεραπείαν ὲπ’.αὐτοὺς ὲνεργήσασι · κατὰ τὸν
αὑτὸν τρόπον ταῖς μακραῖς περιόδοις ἐξαιρεθέντος
τοῦ κακοῦ τῆς φύσεως, τοῦ νῦν αὐτοῖς καταμι-
χθέντος καὶ συμφυέντος, ἐπειδὰν ἡ είς τὸ ἀρχαῖον
ἀποκατάστασις τῶν νῦν ἐν κακίᾳ. κειμένων γένηται,
ὀμόσωνος εὐχαριστία παρὰ πάσης ἕσται τῆς κτίσεως,
καὶ τῶν ὲν τῇ καθάρσει κεκολασμένων, καὶτῶν μηδὲ
τὴν ἀρχὴν ὲπιδεηθέντων καθάρσεως. Ταῦτα καὶ τὰ
τοιαῦτα παραδίδωσι τὸ μέγα μυστήριον τῆς θείας
ἑνανθρωπήσεως. Δι’ ὧν γάρ κατεμίχθη τῇ ἀνθρωπό-
τητι, διὰ πάντων τῶν τῆς φύσεως ἰδιωμάτων γενό-
μενος, γενέσεώς τε καὶ ἀνατροφῆς καὶ αὐξήσεως, καὶ
μέχρι τῆς τοῦ θανάτου πείρας διεξελθὼν, τά προει-
ρημένα πάντα κατείργασται, τόν τε ἄνθρωπον τῆς
κακίας ἐλευθερῶν. καὶ αὐτὸν τὸν τῆς κακίας εὑρετὴν
ἰώμενος. Ἴασις γάρ ἐστιν ἀρρωστίας ἡ τοῦ νοσήματος
κάθαρσις, κᾶν ἐπίπονος
ΚΕΦΑΛ. KZ’.
Ἀκόλουθον δὲ πάντως, τὸν πρὸς τὴν φύσιν ἡμῶν
ἀνακιρνάμενον, διὰ πάντων δέξασθαι τῶν ίδιωμάτων
noti; τὴν πρὸς ἡμᾶς συνανάκρασιν. Καθάπερ γὰρ οἱ
τὸν ῥύπον τῶν ἱματίων ἐκπλύνοντες, οὐ τὰ μὲν ἐῶσι
τῶν μολυσμάτων, τὰ δὲ ἀπορρίπτουσιν· ἀλλ’ ἀπ’ D
ἀρχῆς ἄχρι τέλους ἐκκαθαίρουσι τῶν κηλίδων ἆπαν
τὸ ὕφασμα, ὡς ἂν ὁμότιμον ἐαυτῷ δι’ ὃλου τὸ ἱμάτιον
γένοιτο, τὸ κατὰ τὸ ἶσον λαμπρυνθὲν ὲκ τῆς πλύ-
σεως · οὕτως μολυνθείσης τῇ ἁμαρτίᾳ τῆς ἀνθρωπί-
νης ζωῆς, ὲν ἀρχῇ τε καὶ τελευτῇ καὶ τοῖς διὰ μέσου
πᾶσιν, ἔδει διὰ πάντων γενέσθαι τὴν ὲκπλύνουσαν δύ-
ναμιν, καὶ μὴ τὸ μέν τι θεραπεῦσαι τῷ καθαρσίῳ, τὸ
δὲ περιιδεῖν ἀθεράπευτον* τούτου χάριν τῆς ζωῆς
ἡμῶν δύο πέρασιν ἑκατέρωθεν διειλημμένης. τὸ κατὰ
τὴν ἀρχήν φημι καὶ τὸ τέλος, καθ’ ἑκάτερον εὑρίσκε-
ται πέρας ἠ διορθωτικὴ τῆς φύσεως δύναμις, καὶ
τῆς ἀρχῆς ἁψαμένη, καὶ μέχρι τοῦ τέλους ἑαυτὴν
ἔπεκτείνασα, καὶ τὰ διὰ μέσου τούτων πάντα διαλα-
ϐοῦσα. Mra; δὲ πᾶσιν ἀνθρώποις τῆς είς τὴν ζωὴν

OCR text from a scan; reading errors may remain.

Cited in the encyclopedia

Save for later

Enter your email and we will send you a sign-in link. No password. What you save (articles, verses, chapters, documents) follows you to any device.