PG 46, col. 524

propensior evasit, inconsideratius fortasse rem ἐ χείρονος, καὶ πρὸς τὸ κρεῖττον ἀναγκαστικῶς μετα-
θεῖναι, τοῖς μὲν ἀνεξετάστοις χρήσιμον εἶναι δοκεῖ·
τῷ δὲ πλάστῃ τῆς φύσεως ἀλυσιτελὲς ἐφάνη καὶ
ἄδικον, τὴν τοῦ μεγίστου τῶν ἀγαθῶν ζημίαν διὰ
τῆς τοιαύτης οἰκονομίας ἐμποιῆσαι τῇ φύσει. Ἐπειδὴ
γὰρ θεοειδὴς ὁ ἄνθρωπος ἐγένετο, καὶ μακάριος τῷ
αὐτεξουσίῳ τετιμημένος (τὸ γὰρ αὐτοκρατές τε καὶ
ἀδέσποτον ἴδιόν ἐστι τῆς θείας μακαριότητος), τὸ
διʼ ἀνάγκης αὐτὸν ἐπί τι μεταχθῆναι βιαίως, ἀφαί-
ρεσιις τοῦ ἀξιιώματος ἦν. Εἰ γὰρ ἐκουσίως τὴν ἀν-
θρωπίνην φύσιν κατὰ τὴν αὐτεξούσιον κίνησιν ἐπί
τι τῶν οὐ δεόντων ὀρμήσασαν, βιαίως τε καὶ κατ-
ηναγκασμένως τῶν αἱρεσάντων ἀπέστησεν, ἀφαίρεσις
ἂν ἦν τοῦ προέχοντος ἀγαθοῦ τὸ γινόμενον, καὶ τῆς
cogantur, bonum illis adimitur, quod habcbant ἰσοθέου τιμῆς ἀποστέρησις. Ἰσόθεον γάρ ἐστιτὸ αὐτ-
prius: eaque ros est privatio divini honoris. Ii εξούσιον. Ὡς ἂν οὖν καὶ ἡ ἐξουσία μένοι τῇ φύσει,
καὶ τὸ κακὸν ἀπογένοιτο, ταύτην εὗρεν ἡ σοφία τοῦ
Θεοῦ τὴν ἐπίνοιαν, τὸ ἐᾶσαι τὸν ἄνθρωπον ἐν οἱς
ἐβουλήθη γενέσθαι, ἵνα γευσάμενος τῶν κακῶν, ὧν
ἐπεθύμησεν, καὶ τῇ πείρᾳ μαθὼν, οἶα ἀνθʼ οἴων ἠλ-
λάξατο, παλινδρομήσῃ διὰ τῆς ἐπιθυμίας ἐκουσίως
πρὸς τὴν πρώτην μακαριότητα, ἅπαν τὸ ἐμπαθές τε
καὶ ἄλογον, ὡσπερ τι ἄχθος ἀποσκευάσας τῆς φύ-
σεως, ἤτοι κατὰ τὴν παροῦσαν ζωὴν, διὰ προσευχῆς
τε καὶ φιλοσοφίας ἐκκαθαρθεὶς, ἢ μετὰ τὴν ἐνθένδε
μετανάστασιν, διὰ τῆς τοῦ καθαρσίου πυρὸς χνείας.
Ὡσπερ γὰρ εἴ τις ίατρικὸς ὡν, καὶ πᾶσαν ἐπιστή-
μην τῶν τε σωτηρίων, καὶ τῶν δηλητηρίων ἐκ τέχνης
ἔχων, συμβουλεύων τῷ μειρακίῳ τὰ ὕέοντα, μὴ δυ-
tem. Ut enim si quis medicæ facultatis, et eorum,, νηθείη διὰ συμβουλῆς κωλύσαι τὸν ἀτελῆ κατὰ τὴν
quæ valetudini vel prosint vel obsint, peritissimus, ἡλικίαν τε καὶ τὴν φρόνησιν, ἐπιθυμητικῶς πρός
τινα φθοροποιὸν καρπὸν ἢ πόαν διατεθέντα, ἔχων δὲ
παντοίαν τῶν ἀλεξιφαρμάκων παρασκευὴν, ἐπιτρέ-
ψειε τῷ παιδὶ μετασχεῖν τῶν βλαπτόντων, ἐφʼ ῷ τε
διὰ τῆς τῶν ἀλγεινῶν πείρας τὸ χρήσιμον τῆς πα-
τρώας συμβουλῆς μαθόντα , καὶ ἐν ἐπιθυμίᾳ τῆς
ὐγιείας γενόμενον, πάλιν διὰ τῶν ἀλεξητηρίων ἐπ-
αναγάγῃ πρὸς εὐεξίαν τὸν παῖδα, ἦς διὰ τῆς ἀτόπου
τῶν δηλητηρίων ἐπιθυμίας ἐξέπεσεν· οὕτως ὁ γλυκύς
τε καὶ ἀγαθὸς τῆς φύσεως ἡμῶν πατὴρ, ὁ εἰδὼς καὶ
διʼ ὧν σωζόμεθα, ἐγνώρισε μὲν τῷ ἀνθρώπῳ τὸ δη-
λητήριον, καὶ τὸ μὴ μετασχεῖν συνεβούλευσεν· κρα-
τησάσης δὲ τῆς ἐπιθυμίας τοῦ χείρονος, οὐκ ἡπόρησε
τῶν ἀγαθῶν ἀντιφαρμάκων, διʼ ὧν ἐπαναγάγῃ πάλιν
itaque illum admonuit, ne perniciosa contingeret.-,, πρὸς τὴν τῆς ἀρχῆς εὐεξίαν τὸν ἄνθρωπον. Τὴν γὰρ
Verum cum rei deterioris cupiditate victus cssct, ὑλικὴν ταύτην ἡδονὴν πρὸ τῆς ψυχικῆς εὐφροσύνης
τοῦ ἀνθρώπου προελομένου, συντρέχειν μέν πως ἔδο-
ξεν αὐτῷ τῇ ὀρμῇ διὰ τοῦ δερματίνου χιτῶνος, ὅν
διὰ τὴν πρὸς τὸ χεῖρον αὐτῷ ῥοπὴν περιέθηκεν, διʼ
οὗ τῆς ἀλόγου φύσεως ἐπεμίχθη τῷ ἀνθρώπῳ τὰ
ἰδιώματα, ὦν τῶν ἀλόγων ζώων τῆς λογικῆς φύσεως
ἔνδυμα κατεσκευάσθη τῇ σοφίᾳ τοῦ διὰτῶν ἐναντίων
οἰκονομοῦντος τὰ κρείττονα. Πάντα γὰρ φέρων ἐν
ἑαυτῷ τὰ ἰδιώματα ὁ δερμάτινος χιτὼν, ὅσα εἶχε
περιέχων τὴν ἄλογον φύσιν, ἡδονήν τε καὶ θυμὸν καὶ
γαστριμαργίαν, καὶ ἀπληστίαν, καὶ τὰ ὅμοια, δδὸν
δίδωσι τῇ ἀνθρωπίνῃ προαιρέσει τῆς καθʼ ἐκάτερον
ῥοπῆς, εἰς ἀρετήν τε καὶ κακίαν ὕλη γινόμενος. Τού-
τοις γὰρ ἐμβιοτεύων κατὰ τὸν τῇδε βίον ὁ ἄνθρωπος

OCR text from a scan; reading errors may remain.

Cited in the encyclopedia

Save for later

Enter your email and we will send you a sign-in link. No password. What you save (articles, verses, chapters, documents) follows you to any device.